[νῦν] οἱ γὰρ πενόμενοικαὶ Ἀριστοφάνης δ᾽ ἐν Γηρυτάδῃ λεπτοὺς τούσδε καταλέγει, οὓς καὶ πρέσβεις ὑπὸ τῶν ποιητῶν φησιν εἰς Ἅιδου πέμπεσθαι πρὸς τοὺς ἐκεῖ ποιητὰς λέγων οὑτωσί ῾I 428 K':'
ἀνάπηρά σοι θύουσιν ἤδη βούδια,
Λεωτροφίδου λεπτότερα καὶ Θουμάντιδος.
καὶ τίς νεκρῶν κευθμῶνα καὶ σκότου πύλας ῾Eur. Hec. 1'εἶθ᾽ ἑξῆς φησιν:
ἔτλη κατελθεῖν; Β. ἕνα γὰρ ἀφ᾽ ἑκάστης τέχνης
εἱλόμεθα κοινῇ γενομένης ἐκκλησίας,
οὓς ᾖσμεν ὄντας ᾁδοφοίτας καὶ θαμὰ
ἐκεῖσε φιλοχωροῦντας. Α. εἰσὶ γάρ τινες
ἄνδρες παρ᾽ ὑμῖν ᾁδοφοῖται; Β. νὴ Δία
μάλιστά γ᾽, ὥσπερ Θρᾳκοφοῖται. πάντ᾽ ἔχεις.
Α. καὶ τίνες ἂν εἶεν; Β. πρῶτα μὲν Σαννυρίων
ἀπὸ τῶν τρυγῳδῶν, ἀπὸ δὲ τῶν τραγικῶν χορῶν
Μέλητος, ἀπὸ δὲ τῶν κυκλίων Κινησίας.
ὡς σφόδρ᾽ ἐπὶ λεπτῶν ἐλπίδων ὠχεῖσθ᾽ ἄρα:περὶ δὲ τοῦ Σαννυρίωνος καὶ Στράττις ἐν Ψυχασταῖς φησιν ῾I 727 K':'
τούτους γάρ, ἢν πολλῷ ξυνέλθῃ, ξυλλαβὼν
ὁ τῆς διαρροίας ποταμὸς οἰχήσεται.
Σαννυρίωνος σκυτίνην ἐπικουρίαν.περὶ δὲ Μελήτου αὐτὸς ὁ Σαννυρίων ἐν Γέλωτι λέγει οὕτως ῾ib. 793':'
Μέλητον τὸν ἀπὸ Ληναίου νεκρόν.