previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

περὶ δὲ τοῦ κωθωνίζεσθαι καὶ ὅτι χρήσιμός ἐστι διὰ χρόνου κωθωνισμὸς Μνησίθεος Ἀθηναῖος ἰατρὸς ἐν τῇ περὶ Κωθωνισμοῦ ἐπιστολῇ φησιν οὕτως: ‘συμβαίνει τοὺς μὲν πολὺν ἄκρατον ἐν ταῖς συνουσίαις πίνοντας μεγάλα βλάπτεσθαι καὶ τὸ σῶμα καὶ τὴν ψυχήν. τὸ μέντοι κωθωνίζεσθαι διά τινων ἡμερῶν δοκεῖ μοι ποιεῖν τινα καὶ τοῦ σώματος κάθαρσιν καὶ τῆς ψυχῆς ἄνεσιν. γίγνονται γάρ τινες ἡμῖν ἐκ τῶν καθ᾽ ἡμέραν συμποσίων ἐπιπόλαιοι δριμύτητες: ταύταις οὖν ἐστι τῶν μὲν πόρων οἰκειότατος διὰ τῆς οὐρήσεως, τῶν δὲ καθάρσεων διὰ τῶν κωθωνισμῶν πρέπει μάλιστα. κατανίζεται γὰρ τὸ σῶμα τοῖς οἴνοις: ὑγρὸν γὰρ καὶ θερμὸν οἶνος: τὸ δὲ ἀφ᾽ ἡμῶν διηθούμενον οὖρόν ἐστιν δριμύ. τὰ γοῦν ἱμάτια τούτῳ χρώμενοι ῥύμματι πλύνουσιν οἱ γναφεῖς. τρία δὲ παραφύλαττε ὅταν κωθωνίζῃ: μὴ πονηρὸν οἶνον πίνειν μηδὲ ἄκρατον μηδὲ τραγηματίζεσθαι ἐν τοῖς κωθωνισμοῖς. ὅταν δ᾽ ἱκανῶς ἔχῃς ἤδη, μὴ κοιμῶ πρὶν ἂν ἐμέσῃς πλέον ἔλαττον. εἶτα ἐὰν μὲν ἐμέσῃς ἱκανῶς, ἀναπαύου μικρὸν περιχεάμενος: ἐὰν δὲ μὴ δυνηθῇς ἱκανῶς κενῶσαι σαυτόν, πλείονι χρῆσαι τῷ λουτρῷ καὶ εἰς τὴν πύελον κατακλίθητι σφόδρα εἰς θερμὸν ὕδωρ.' —Πολέμων δ᾽ ἐν πέμπτῳ τῶν πρὸς Ἀδαῖον καὶ Ἀντίγονόν φησι fr. 60 Pr':' ‘Διόνυσος τέλειος καθήμενος ἐπὶ πέτρας: ἐξ εὐωνύμων δ᾽ αὐτοῦ Σάτυρος φαλακρός, ἐν τῇ δεξιᾷ κώθωνα μόνωτον ῥαβδωτὸν κρατῶν.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: