previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τούτων λεχθέντων Πλούταρχος ἀπεμνημόνευσε τῶν ἐκ Φαίδρου Ἀλέξιδος II 386 K':'
πορευομένῳ δ᾽ ἐκ Πειραιῶς ὑπὸ τῶν κακῶν
καὶ τῆς ἀπορίας φιλοσοφεῖν ἐπῆλθέ μοι.
καί μοι δοκοῦσιν ἀγνοεῖν οἱ ζωγράφοι
τὸν Ἔρωτα, συντομώτατον δ᾽ εἰπεῖν, ὅσοι
τοῦ δαίμονος τούτου ποιοῦσιν εἰκόνας.
ἐστὶν γὰρ οὔτε θῆλυς οὔτ᾽ ἄρσην, πάλιν
οὔτε θεὸς οὔτ᾽ ἄνθρωπος, οὔτ᾽ ἀβέλτερος
οὔτ᾽ αὖθις ἔμφρων, ἀλλὰ συνενηνεγμένος
πανταχόθεν ἑνὶ τύπῳ <τε> πόλλ᾽ εἴδη φέρων.
τόλμα μὲν γὰρ ἀνδρός, <δὲ> δειλία
γυναικός, δ᾽ ἄνοια μανίας, δὲ λόγος
φρονοῦντος, σφοδρότης δὲ θηρός, δὲ πόνος
ἀδάμαντος, φιλοτιμία δὲ δαίμονος.
καὶ ταῦτ᾽ ἐγώ, μὰ τὴν Ἀθηνᾶν καὶ θεούς,
οὐκ οἶδ᾽ τι ἐστίν, ἀλλ᾽ ὅμως ἔχει γέ τι
τοιοῦτον, ἐγγύς τ᾽ εἰμὶ τοὐνόματος.
Εὔβουλος δ᾽ Ἀραρὼς ἐν Καμπυλίωνι ib. 178':'
τίς ἦν γράψας πρῶτος ἀνθρώπων ἄρα
κηροπλαστήσας Ἔρωθ᾽ ὑπόπτερον;
ὡς οὐδὲν ᾔδει πλὴν χελιδόνας γράφειν,
ἀλλ᾽ ἦν ἄπειρος τῶν τρόπων τῶν τοῦ θεοῦ.
ἐστὶν γὰρ οὔτε κοῦφος οὔτε ῥᾴδιος
ἀπαλλαγῆναι τῷ φέροντι τὴν νόσον,
βαρὺς δὲ κομιδῇ. πῶς ἂν οὖν ἔχοι πτερὰ
τοιοῦτο πρᾶγμα; λῆρος, εἰ [κὰν] φήσειέ τις.
Ἄλεξις δ᾽ ἐν Ἀποκοπτομένῳ ib. 305':'
λέγεται γὰρ λόγος
ὑπὸ τῶν σοφιστῶν μὴ πέτεσθαι τὸν θεὸν
τὸν Ἔρωτα, τοὺς δ᾽ ἐρῶντας: αἰτίαν δ᾽ ἔχειν
ἐκεῖνον ἄλλως, ἠγνοηκότας δὲ τοὺς
γραφεῖς ἔχοντα πτέρυγας αὐτὸν ζωγραφεῖν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: