previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ΨΗΤΤΑΙ. ταύτας Διοκλῆς ἐν τοῖς ξηροτέροις καταριθμεῖται. Σπεύσιππος δ᾽ ἐν β# Ὁμοίων παραπλήσιά φησιν εἶναι ψῆτταν, βούγλωσσον, ταινίαν. Ἀριστοτέλης δ᾽ ἐν ε# ζῴων μορίων p. 542 b 32' 'γράφει: ‘ὁμοίως δὲ καὶ τῶν ἰχθύων οἱ πλεῖστοι ἅπαξ τίκτουσιν, οἷον οἱ χυτοὶ οἱ τῷ δικτύῳ περιεχόμενοι, χρόμις, ψῆττα, θύννος, πηλαμύς, κεστρεύς, χαλκίδες καὶ τὰ τοιαῦτα.' ἐν δὲ τῷ περὶ ζωικῶν p. 295 R' '‘σελάχη, φησί, βοῦς, τρυγών, νάρκη, βατίς, βάτραχος, βούγλωττος, ψῆττα, μῦς.' Δωρίων δὲ ἐν τῷ περὶ ἰχθύων γράφει: ‘τῶν δὲ πλατέων βούγλωττον, ψῆτταν, ἔσχαρον, ὃν καλοῦσι καὶ κόριν.' βουγλώσσους δ᾽ ὀνομάζει καὶ Ἐπίχαρμος ἐν Ἥβας γάμῳ p. 234 L':'
ὑαινίδες τε βούγλωσσοί τε καὶ κίθαρος.
Λυγκεὺς δ᾽ Σάμιος ἐν ἐπιστολαῖς τὰς καλλίστας γίνεσθαί φησι ψήττας περὶ Ἐλευσῖνα τῆς Ἀττικῆς. Ἀρχέστρατος δέ φησιν fr. 51 R':'
εἶτα λαβεῖν ψῆτταν μεγάλην καὶ τὴν ὑπότρηχυν
βούγλωσσον .... περὶ Χαλκίδα κεδνήν.
Ῥωμαῖοι δὲ καλοῦσι τὴν ψῆτταν ῥόμβον, καί ἐστι τὸ ὄνομα Ἑλληνικόν. Ναυσικράτης ἐν Ναυκλήροις: προειπὼν δὲ περὶ γλαύκου τοῦ ἰχθύος ἐπιφέρει IV 577 M':'
αἱ ξανθοχρῶτες, ἃς κλύδων Αἰξωνικὸς
πασῶν ἀρίστας ἐντόπους παιδεύεται:
αἷς καὶ θεὰν τιμῶσι φωσφόρον κόρην,
δείπνων ὅταν πέμπωσι δῶρα ναυτίλοι.
Β. τρίγλαν λέγεις γαλακτοχρῶτα Σικελὸς ὃν
πήγνυσοχλος ῥόμβος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: