καὶ Σικελοῦ θύννου τέμαχος <φάγε .......>,παρέλιπεν δ᾽ ὁ τένθης Ἀρχέστρατος συγκαταλέξαι ἡμῖν καὶ τὸ παρὰ Κράτητι τῷ κωμῳδιοποιῷ ἐν Σαμίοις λεγόμενον ἐλεφάντινον τάριχος, περὶ οὗ φησιν ῾I 139 K':'
τμηθὲν ὅτ᾽ ἐν βίκοισι ταριχεύεσθαι ἔμελλεν.
σαπέρδῃ δ᾽ ἐνέπω κλαίειν μακρά, Ποντικῷ ὄψῳ,
καὶ τοῖς κεῖνον ἐπαινοῦσιν. παῦροι γὰρ ἴσασιν
ἀνθρώπων ὅτι φαῦλον ἔφυ καὶ ἀκιδνὸν ἔδεσμα.
ἀλλὰ τριταῖον ἔχειν σκόμβρον, πρὶν ἐς ἁλμυρὸν ὕδωρ
ἐλθεῖν, ἀμφορέως ἐντὸς νέον, ἡμιτάριχον.
ἂν δ᾽ ἀφίκῃ κλεινοῦ Βυζαντίου εἰς πόλιν ἁγνήν,
ὡραίου φάγε μοι τέμαχος πάλιν: ἐστὶ γὰρ ἐσθλὸν
καὶ μαλακόν.
σκυτίνῃ ποτ᾽ ἐν χύτρᾳ τάριχος ἐλεφάντινονὅτι δὲ διαβόητον ἦν τὸ τοῦ Κράτητος ἐλεφάντινον τάριχος μαρτυρεῖ Ἀριστοφάνης ἐν Θεσμοφοριαζούσαις διὰ τούτων ῾I 480 K':'
ἧψε ποντιὰς χελώνη πευκίνοισι καύμασι,
καρκίνοι ποδάνεμοί τε καὶ τανύπτεροι λύκοι
ὑσοριμαχεῖν ἄνδρες οὐρανοῦ καττύματα.
παῖ᾽ ἐκεῖνον, ἄγχ᾽ ἐκεῖνον. ἐν Κέῳ τίς ἡμέρα;
ἦ μέγα τι βρῶμ᾽ ἐστὶ ἡ τρυγῳδοποιομουσική,
ἡνίκα Κράτητί τε τάριχος ἐλεφάντινον
λαμπρὸν ἐνόμιζεν ἀπόνως παρακεκλημένον
ἄλλα τε τοιαῦθ᾽ ἕτερα μυρί᾽ ἐκιχλίζετο.