previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

καὶ παρὰ Διονυσίῳ δὲ ἐν Θεσμοφόρῳ μάγειρος, ἄνδρες δαιταλεῖς, ῾οὐ χεῖρον γὰρ καὶ τούτου μνησθῆναἰ τί φησίν II 423 K';
σφόδρα μοι κεχάρισαι, Σιμία, νὴ τοὺς θεούς,
ταυτὶ προείπας: τὸν μάγειρον εἰδέναι
πολὺ δεῖ γὰρ αἰεὶ πρότερον οἷς μέλλει ποιεῖν
τὸ δεῖπνον τὸ δεῖπνον ἐγχειρεῖν ποιεῖν.
ἂν μὲν γὰρ ἕν τις τοῦτ᾽ ἐπιβλέψῃ μόνον,
τοὔψον ποιῆσαι κατὰ τρόπον πῶς δεῖ, τίνα
τρόπον παραθεῖναι δ᾽ πότ᾽ πῶς σκευάσαι <δεῖ>, μὴ προίδηται τοῦτο μηδὲ φροντίσῃ, οὐκέτι μάγειρος, ὀψοποιός ἐστι δέ. οὐ ταὐτὸ δ᾽ ἐστὶ τοῦτο, πολὺ διήλλαχεν. .... στρατηγὸς πᾶς καλεῖθ᾽ ὃς ἂν λάβῃ δύναμιν, μέντοι δυνάμενος κἀν πράγμασιν ἀναστραφῆναι καὶ διαβλέψαι τί που στρατηγός ἐστιν, ἡγεμὼν δὲ θάτερον, οὕτως ἐφ᾽ ἡμῖν σκευάσαι μὲν τεμεῖν ἡδύσμαθ᾽ ἑψῆσαί τε καὶ φυσᾶν τὸ πῦρ τυχὼν δύναιτ᾽ ἄν: ὀψοποιὸς οὖν μόνον ἐστὶν τοιοῦτος, δὲ μάγειρος ἄλλο τι. συνιδεῖν τόπον, ὥραν, τὸν καλοῦντα, τὸν πάλιν δειπνοῦντα, πότε δεῖ καὶ τίν᾽ ἰχθὺν ἀγοράσαι, ....... πάντα μὲν λήψει σχεδὸν αἰεὶ γάρ: οὐκ αἰεὶ δὲ τὴν τούτων χάριν ἔχεις ὁμοίαν οὐδ᾽ ἴσην τὴν ἡδονήν. Ἀρχέστρατος γέγραφέ τε καὶ δοξάζεται παρά τισιν οὕτως ὡς λέγων τι χρήσιμον. τὰ πολλὰ δ᾽ ἠγνόηκε κοὐδὲ ἓν λέγει. μὴ πάντ᾽ ἄκουε μηδὲ πάντα μάνθανε τῶν βιαίων ἔσθ᾽ ἕνεκα τὰ γεγραμμένα, κενὰ μᾶλλον ὅτε ἦν οὐδέπω γεγραμμένα. οὐδ᾽ ἔστιν εἰπεῖν περὶ μαγειρικῆς, ἐπεὶ εἶπ᾽ ἀρτίως ...................
ὅρον γὰρ οὐκ ἔσχηκεν οὗ καιρός
αὐτὴ δ᾽ ἑαυτῆς ἐστι δεσπότης. ἐὰν δ᾽
εὖ μὲν σὺ χρήσῃ τῇ τέχνῃ, τὸν τῆς τέχνης
καιρὸν δ᾽ ἀπολέσῃς, παραπόλωλεν τέχνη.
ΣΙΜ. ἄνθρωπε, μέγας εἶ. Α. τουτονὶ δ᾽, ὃν ἀρτίως
ἔφης ἔχοντα πεῖραν ἥκειν πολυτελῶν
πολλῶν τε δείπνων, ἐπιλαθέσθαι, Σιμία,
πάντων ποιήσω, θρῖον ἂν δείξω μόνον
παραθῶ <τε> δεῖπνον ὄζον αὔρας Ἀττικῆς.
ἐξ ἀντλίας ἥκοντα καὶ γέμοντ᾽ ἔτι
φορτηγικῶν μοι βρωμάτων ἀγωνίαις
τἠμῇ ποιήσω νυστάσαι παροψίδι.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: