previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

καὶ Κτήσιππος δ᾽ Χαβρίου υἱὸς εἰς τοσοῦτον ἦλθεν ἀσωτίας ὡς καὶ τοῦ μνήματος τοῦ πατρός, εἰς Ἀθηναῖοι χιλίας ἀνάλωσαν δραχμάς, τοὺς λίθους πωλῆσαι εἰς τὰς ἡδυπαθείας. Δίφιλος γοῦν ἐν τοῖς Ἐναγίζουσί φησι II 552 K':'
εἰ μὴ συνήθης Φαιδίμῳ γ᾽ ἐτύγχανεν
Χαβρίου Κτήσιππος, εἰσηγησάμην
νόμον <ἄν> τιν᾽ οὐκ ἄχρηστον, ὡς ἐμοὶ δοκεῖ,
ὥστ᾽ ἐπιτελεσθῆναί ποτ᾽ αὐτῷ τοῦ πατρὸς
τὸ μνῆμα, κατ᾽ ἐνιαυτὸν ἕνα ... λίθον
ἁμαξιαῖον. καὶ σφόδρ᾽ εὐτελὲς λέγω.
Τιμοκλῆς δ᾽ ἐν Δημοσατύροις φησίν II 452 K':'
οὐδ᾽ Χαβρίου Κτήσιππος ἔτι τρὶς κείρεται,
ἐν ταῖς γυναιξὶ λαμπρός, οὐκ ἐν ἀνδράσιν.
καὶ Μένανδρος δ᾽ ἐν Ὀργῇ περὶ αὐτοῦ τάδε λέγει IV 178 M':'
καίτοι νέος ποτ᾽ ἐγενόμην κἀγώ, γύναι:
ἀλλ᾽ οὐκ ἐλούμην πεντάκις τῆς ἡμέρας
τότ᾽, ἀλλὰ νῦν: οὐδὲ χλανίδ᾽ εἶχον, ἀλλὰ νῦν:
οὐδὲ μύρον εἶχον, ἀλλὰ νῦν: καὶ βάψομαι
καὶ παρατιλοῦμαι νὴ Δία καὶ γενήσομαι
Κτήσιππος, οὐκ ἄνθρωπος, ἐν ὀλίγῳ χρόνῳ,
κᾆθ᾽ ὡς ἐκεῖνος κατέδομαι καὶ τοὺς λίθους
ἁπαξάπαντας, οὐ γὰρ οὖν τὴν γῆν μόνην.
τάχ᾽ οὖν διὰ τὴν πολλὴν ταύτην ἀσωτίαν καὶ κιναιδίαν τοὔνομα αὐτοῦ παρέλιπε Δημοσθένης ἐν τῷ περὶ ἀτελειῶν or. 20'.' χρὴ δὲ τοὺς τὰ πατρῷα κατεδηδοκότας κατὰ τὸν Μενάνδρου Ναύκληρον οὕτως κολάζεσθαι. φησὶν γάρ ib. 175':'
φιλτάτη Γῆ μῆτερ, ὡς σεμνὸν σφόδρ᾽ εἶ
τοῖς νοῦν ἔχουσι κτῆμα πολλοῦ τ᾽ ἄξιον.
ὡς δῆτ᾽ ἐχρῆν εἴ τις πατρῴαν παραλαβὼν
γῆν καταφάγοι, πλεῖν τοῦτον ἤδη διὰ τέλους
καὶ μηδ᾽ ἐπιβαίνειν γῆς, ἵν᾽ οὕτως ᾔσθετο
οἷον παραλαβὼν ἀγαθὸν οὐκ ἐφείσατο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: