previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Σάτυρος δ᾽ ἐν τῷ Φιλίππου βίῳ FHG III 161' '‘ὅτε, φησί, Φίλιππος τὸν ὀφθαλμὸν ἐξεκόπη συμπροῆλθεν αὐτῷ καὶ Κλείσοφος τελαμωνισθεὶς τὸν αὐτὸν ὀφθαλμόν. καὶ πάλιν ὅτε τὸ σκέλος ἐπηρώθη, σκάζων συνεξώδευε τῷ βασιλεῖ. καὶ εἴ ποτε δριμὺ προσφέροιτο τῶν ἐδεσμάτων Φίλιππος, αὐτὸς συνέστρεφε τὴν ὄψιν ὡς συνδαινύμενοσ᾽. ἐν δὲ τῇ Ἀράβων χώρᾳ οὐχ ὡς ἐν κολακείᾳ τοῦτ᾽ ἐποίουν, ἀλλὰ κατά τι νόμιμον, βασιλέως πηρωθέντος τι τῶν μελῶν συνυποκρίνεσθαι τὸ ὅμοιον πάθος, ἐπεὶ καὶ γέλοιον νομίζουσιν ἀποθανόντι μὲν αὐτῷ σπουδάζειν συγκατορύττεσθαι, πηρωθέντι δὲ μὴ χαρίζεσθαι τὴν ἴσην δόξαν τοῦ πάθους. Νικόλαος δ᾽ Δαμασκηνὸς ῾εἷς δ᾽ ἦν τῶν ἐκ τοῦ περιπάτοὐ ἐν τῇ πολυβύβλῳ ἱστορίᾳ ῾ἑκατὸν γὰρ καὶ τεσσαράκοντά εἰσι πρὸς ταῖς τέσσαρσἰ τῇ ἑκκαιδεκάτῃ καὶ ἑκατοστῇ FHG III 418' 'φησιν Ἀδιάτομον τὸν τῶν Σωτιανῶν βασιλέα ῾ἔθνος δὲ τοῦτο Κελτικόν̓ ἑξακοσίους ἔχειν λογάδας περὶ αὑτόν, οὓς καλεῖσθαι ὑπὸ Γαλατῶν τῇ πατρίῳ γλώττῃ σιλοδούρους: τοῦτο δ᾽ ἐστὶν ἑλληνιστὶ εὐχωλιμαῖοι. ‘τούτους δ᾽ οἱ βασιλεῖς ἔχουσι συζῶντας καὶ συναποθνῄσκοντας ταύτην ἐκείνων εὐχὴν ποιουμένων: ἀνθ᾽ ἧς συνδυναστεύουσί τε αὐτῷ τὴν αὐτὴν ἐσθῆτα καὶ δίαιταν ἔχοντες καὶ συναποθνῄσκουσι κατὰ πᾶσαν ἀνάγκην εἴτε νόσῳ τελευτήσειε βασιλεὺς εἴτε πολέμῳ εἴτ᾽ ἄλλως πως. καὶ οὐδεὶς εἰπεῖν ἔχει τινὰ ἀποδειλιάσαντα τούτων τὸν θάνατον ὅταν ἥκῃ βασιλεῖ διεκδύντα.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: