previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ΚΕΛΕΒΗ. τούτου τοῦ ἐκπώματος Ἀνακρέων μνημονεύει fr. 63 B':'
ἄγε δή, φέρ᾽ ἡμίν, παῖ,
κελέβην, ὅκως ἄμυστιν
προπίω, τὰ μὲν δέκ᾽ ἐγχέας
ὕδατος, τὰ πέντε δ᾽ οἴνου
κυάθους.
ἄδηλον δὲ πότερον εἶδός ἐστι ποτηρίου πᾶν ποτήριον κελέβη καλεῖται ἀπὸ τοῦ χέειν εἰς αὐτὸ τὴν λοιβὴν ἤτοι λείβειν: τοῦτο δὲ ἐπὶ τοῦ ὑγροῦ συνήθως ἔταττον, ἀφ᾽ οὗ λέγεται καὶ λέβης. Σιληνὸς δὲ καὶ Κλείταρχος τοὺς Αἰολεῖς φασιν οὕτω καλεῖν τὸ ποτήριον. Πάμφιλος δὲ τὸ [ποτήριον] θερμοποτίδα καλούμενον τὴν κελέβην εἶναι. Νίκανδρος δ᾽ Κολοφώνιος ἐν ταῖς Γλώσσαις fr. 138 Schn' 'ποιμενικὸν ἀγγεῖον μελιτηρὸν τὴν κελέβην εἶναι. καὶ γὰρ Ἀντίμαχος Κολοφώνιος ἐν πέμπτῳ Θηβαίδος φησί fr. 19 Ki':'
κήρυκας ἀθανάτοισι φέρειν μέλανος οἴνοιο
ἀσκὸν ἐνίπλειον κελέβειόν <θ᾽> ὅττι φέριστον
οἷσιν ἐνὶ μεγάροις κεῖτο μέλιτος πεπληθός.
καὶ πάλιν fr. 18':'
ἀτὰρ ἀμφίθετον κελέβειον ἑλόντες
ἔμπλειον μέλιτος, τό ῥά οἱ προφερέστερον ἦεν.
ἀλλαχοῦ δέ φησιν fr. 17':'
καὶ χρύσεια δέπαστρα καὶ ἀσκηθέος κελέβειον
ἔμπλειον μέλιτος, τό ῥά οἱ προφερέστερον εἴη.
σαφῶς γὰρ νῦν κελέβειον ἀντὶ ἀγγείου τινὸς τέθεικε, προειπὼν ποτήρια δέπαστρα. Θεόκριτος δ᾽ Συρακόσιος ἐν ταῖς Φαρμακευτρίαις φησίν v. 2':'
στέψον τὰν κελέβαν φοινικέῳ οἰὸς ἀώτῳ:
καὶ Εὐφορίων fr. 72 M':'
ἠέ ποθεν ποταμῶν κελέβῃ ἀποήφυσας ὕδωρ.
Ἀνακρέων fr. 32 B':'
ᾠνοχόει δ᾽ ἀμφίπολος μελιχρὸν
οἶνον τρικύαθον κελέβην ἔχουσα.
Διονύσιος δ᾽ Λεπτὸς ἐξηγούμενος Θεοδωρίδα τὸ εἰς τὸν Ἔρωτα μέλος τὴν κελέβην φησὶ τίθεσθαι ἐπὶ τοῦ ὀρθοῦ ποτηρίου οἷον Προυσιάδος καὶ θηρικλείου.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: