παρ᾽ Ὀλυμπίχου δὲ θηρικλείους ἔλαβεν ἕξ,Μένανδρος δ᾽ ἐν τῷ ἐπιγραφομένῳ δράματι Χαλκεῖά φησιν ῾fr. 510 K':'
ιτάτους δύο ψυκτῆρας.
τοῦτο δὴ τὸ νῦν ἔθοςἘπιγένης δ᾽ ἐν Ἡρωίνῃ καταλέγων πολλὰ ποτήρια καὶ τοῦ ψυγέως οὕτως μνημονεύει ῾II 417 K':'
‘ἄκρατον᾽ ἐβόων, ‘τὴν μεγάλην.' ψυκτῆρά τις
προὔπινεν ἄν, τοὺς ἀθλίους ἀπολλύων.
τὴν θηρίκλειον δεῦρο καὶ τὰ ῬοδιακὰΣτράττις Ψυχασταῖς ῾I 728 K':'
κόμισον λαβὼν τοὺς παῖδας. εἶτ᾽ οἴσεις μόνος
ψυκτῆρα, κύαθον, κυμβία.
ὃ δέ τις ψυκτῆρ᾽, ὃ δέ τις κύαθονἌλεξις δ᾽ ἐν Ἱππίσκῳ ψυκτηρίδιον καλεῖ διὰ τούτων ῾II 297 K':'
χαλκοῦν κλέψας ἀπορῶν κεῖται,
κοτύλη δ᾽ ἀνὰ χοίνικα μάττει.
ἀπήντων τῷ ξένῳ
εἰς τὴν κατάλυσιν ησονην αἴθων ἀνήρ.
τοῖς παισί τ᾽ εἶπα ῾δύο γὰρ ἦγον οἴκοθεν̓
τἀκπώματ᾽ εἰς τὸ φανερὸν ἐκνενιτρωμένα
θεῖναι: κύαθος δ᾽ ἦν ἀργυροῦς, [τἀκπώματα]
ἦγεν δύο δραχμάς, κυμβίον δὲ τέτταρας,
ψυκτηρίδιον δὲ δύ᾽ ὀβολούς, Φιλιππίδου
λεπτότερον.