previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Πλάτων δ᾽ ἐν τῷ Φιλήβῳ φησίν p. 65c':' ‘ἡδονὴ μὲν γὰρ ἁπάντων ἀλαζονίστατον. ὡς δὲ λόγος, καὶ ἐν ταῖς ἡδοναῖς ταῖς περὶ τὰ ἀφροδίσια, αἳ δὴ μέγισται δοκοῦσιν εἶναι, καὶ τὸ ἐπιορκεῖν συγγνώμην εἴληφεν παρὰ θεῶν, ὥσπερ καθάπερ παίδων τῶν ἡδονῶν <νοῦν> οὐδὲ τὸν ὀλίγιστον κεκτημένων.' ἐν δὲ τῷ ὀγδόῳ τῆς Πολιτείας αὐτὸς Πλάτων πρότερος ὑπέδειξε τὸ ὑπὸ τῶν Ἐπικουρείων θρυλούμενον cf Epic. fr. 456 Us. adn',' ὅτιτῶν ἐπιθυμιῶν αἳ μέν εἰσι φυσικαὶ <καὶ ἀναγκαῖαι, αἳ δὲ φυσικαὶ> μέν, οὐκ ἀναγκαῖαι δέ, αἳ δὲ οὔτε φυσικαὶ οὔτε ἀναγκαῖαι᾽, γράφων οὕτως p. 559a':' ‘ἆρ᾽ οὖν οὐχὶ τοῦ φαγεῖν μέχρις ὑγιείας καὶ εὐεξίας καὶ αὐτοῦ σίτου καὶ ὄψου ἀναγκαῖος ἂν εἴη; μέν γέ που τοῦ σίτου κατ᾽ ἀμφότερα ἀναγκαία, τε ὠφέλιμος τε παῦσαι ζῶντας δυνατή; —ναί. — δὲ ὄψου, εἴ πῄ τινα ὠφέλειαν πρὸς εὐεξίαν παρέχεται; —πάνυ μὲν οὖν. —τί δαί; πέρα τούτων καὶ ἀλλοίων ἐδεσμάτων τοιούτων ἐπιθυμία, δυνατὴ δὲ κολαζομένη ἐκ νέων πολλῶν ἀπαλλάττεσθαι, καὶ βλαβερὰ μὲν σώματι, βλαβερὰ δὲ ψυχῇ πρός τε φρόνησιν καὶ πρὸς τὸ σωφρονεῖν, ἆρά γε ὀρθῶς οὐκ ἀναγκαία ἂν καλοῖτο; —ὀρθότατα μὲν οὖν.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: