previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐὰν δ᾽ ἐναποπνιγῇ τρίγλη ζῶσα ἐν οἴνῳ καὶ τοῦτο ἀνὴρ πίῃ, ἀφροδισιάζειν οὐ δυνήσεται, ὡς Τερψικλῆς ἱστορεῖ ἐν τῷ περὶ ἀφροδισίων. κἂν γυνὴ δὲ πίῃ τοῦ αὐτοῦ οἴνου, οὐ κυίσκεται. ὁμοίως δὲ οὐδὲ ὄρνις. δὲ πολυίστωρ Ἀρχέστρατος ἐπαινέσας τὰς κατὰ Τειχιοῦντα τῆς Μιλησίας τρίγλας ἑξῆς φησι fr. 56 R':'
κἀν Θάσῳ ὀψώνει τρίγλην κοὐ χείρονα λήψῃ
ταύτης: ἐν δὲ Τέῳ χείρω, κεδνὴ δὲ καὶ αὐτή:
ἐν δ᾽ Ἐρυθραῖς ἀγαθὴ θηρεύεται αἰγιαλῖτις.
Κρατῖνος δ᾽ ἐν Τροφωνίῳ φησίν I 80 K':'
οὐδ᾽ Αἰξωνίδ᾽ ἐρυθρόχρων ἐσθίειν ἔτι τρίγλην
οὐδὲ τρυγόνος οὐδὲ δεινοῦ φυὴν μελανούρου.
Ναυσικράτης δ᾽ κωμῳδιοποιὸς ἐπαινεῖ τὰς Αἰξωνικὰς τρίγλας ἐν Ναυκλήροις λέγων οὕτως IV 575 M':'
μετ᾽ αὐτῶν δ᾽ εἰσὶν ἐκπρεπεῖς φύσιν
αἱ ξανθοχρῶτες, ἃς κλύδων Αἰξωνικὸς
πασῶν ἀρίστας ἐντόπους παιδεύεται:
αἷς καὶ θεὰν τιμῶσι φωσφόρον κόρην,
δείπνων ὅταν πέμπωσι δῶρα ναυτίλοι.
Β. τρίγλας λέγεις.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: