ἔσθει μὲν ἄρτους τρεῖς, ὄνους κανθηλίουςτοιοῦτός ἐστι καὶ ὁ παρὰ Φερεκράτει ἢ Στράττιδι ἐν Ἀγαθοῖς, περὶ οὗ φησιν ῾I 145 K':'
τρεῖς τῆς βραχείας ἡμέρας: πίνει δ᾽ ἕνα
καλῶν μετρητὴν τὸν δεκάμφορον πίθον.
ἐγὼ κατεσθίω μόλις τῆς ἡμέραςΞάνθος δ᾽ ἐν τοῖς Λυδιακοῖς ῾FHG I 38' 'Κάμβλητά φησι τὸν βασιλεύσαντα Λυδῶν πολυφάγον γενέσθαι καὶ πολυπότην, ἔτι δὲ γαστρίμαργον. τοῦτον οὖν ποτε νυκτὸς τὴν ἑαυτοῦ γυναῖκα κατακρεουργήσαντα καταφαγεῖν, ἔπειτα πρωὶ εὑρόντα τὴν χεῖρα τῆς γυναικὸς ἐνοῦσαν ἐν τῷ στόματι ἑαυτὸν ἀποσφάξαι, περιβοήτου τῆς πράξεως γενομένης. περὶ δὲ Θυὸς τοῦ Παφλαγόνων βασιλέως ὅτι καὶ αὐτὸς ἦν πολυφάγος προειρήκαμεν ῾IV 144 f',' παραθέμενοι Θεόπομπον ἱστοροῦντα ἐν τῇ πέμπτῃ καὶ τριακοστῇ ῾FHG I 311'.' Ἀρχίλοχος δ᾽ ἐν Τετραμέτροις Χαρίλαν εἰς τὰ ὅμοια διαβέβληκεν ῾fr. 79 B',' ὡς οἱ κωμῳδιοποιοὶ Κλεώνυμον καὶ Πείσανδρον. περὶ δὲ Χαιρίππου φησὶ Φοινικίδης ἐν Φυλάρχῳ οὕτως ῾IV 510 M':'
πένθ᾽ ἡμιμέδιμν᾽, ἐὰν βιάζωμαι. Β. μόλις;
ὡς ὀλιγόσιτος ἦσθ᾽ ἄρ᾽, ὃς κατεσθίεις
τῆς ἡμέρας μακρᾶς τριήρους σιτία.
τρίτον δὲ πρὸς τούτοισι τὸν σοφώτατον
Χαίριππον. οὗτος, ὥσπερ οἶδας, ἐσθίει
μέχρι ἂν διδῷ τις ἢ λάθῃ διαρραγείς.
τοιοῦτ᾽ ἔχει ταμιεῖον ὥσπερ οἰκίας.