previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τὸ δ᾽ αὐτὸ ποιεῖν λέγουσι καὶ τοὺς σκῶπας: καὶ γὰρ τούτους ὀρχήσει λόγος ἁλίσκεσθαι. μνημονεύει δ᾽ αὐτῶν Ὅμηρος Od. 5.66'.' γένος τε ὀρχήσεως ἀπ᾽ αὐτῶν καλεῖται σκὼψ λαβὼν τοὔνομα ἀπὸ τῆς περὶ τὸ ζῷον ἐν τῇ κινήσει ποικιλίας. χαίρουσι δὲ οἱ σκῶπες καὶ ὁμοιότητι καὶ ἀπ᾽ αὐτῶν ἡμεῖς σκώπτειν καλοῦμεν τὸ συνεικάζειν καὶ καταστοχάζεσθαι τῶν σκωπτομένων διὰ τὸ τὴν ἐκείνων ἐπιτηδεύειν προαίρεσιν. πάντα δὲ τὰ τῶν ζῴων εὔγλωττα καὶ διηρθρωμένα ἐστὶ τὴν φωνὴν καὶ μιμεῖται τοὺς τῶν ἀνθρώπων καὶ τῶν ἄλλων ὀρνίθων ἤχους ὥσπερ ψιττακὸς καὶ κίττα. ‘ δὲ σκώψ, ὥς φησιν Ἀλέξανδρος Μύνδιος cf. Rose Arist. ps. p. 294' 'μικρότερός ἐστι γλαυκὸς καὶ ἐπὶ μολυβδοφανεῖ τῷ χρώματι ὑπόλευκα στίγματα ἔχει δύο τε ἀπὸ τῶν ὀφρύων παρ᾽ ἑκάτερον κρόταφον ἀναφέρει πτερά.' Καλλίμαχος δέ φησι fr. 100 7 Schn' 'δύο γένη εἶναι σκωπῶν καὶ τοὺς μὲν φθέγγεσθαι, τοὺς δὲ οὔ. διὸ καὶ καλεῖσθαι τοὺς μὲν σκῶπας αὐτῶν, τοὺς δ᾽ ἀείσκωπας: εἰσὶ δὲ γλαυκοί. δὲ Μύνδιος Ἀλέξανδρός φησι τοὺς παρ᾽ Ὁμήρῳ χωρὶς τοῦς1〉 κῶπας εἶναι, καὶ Ἀριστοτέλη h. a. p. 617b 31' 'οὕτως αὐτοὺς ὠνομακέναι. φαίνεσθαί τε τούτους ἀεὶ καὶ μὴ ἐσθίεσθαι. τοὺς δ᾽ ἐν τῷ φθινοπώρῳ φαινομένους δύο ἡμέραις μιᾷ, τούτους εἶναι ἐδωδίμους. διαφέρουσι δὲ τῶν ἀεισκώπων τῷ πάχει καί εἰσι παραπλήσιοι τρυγόνι καὶ φάττῃ. καὶ Σπεύσιππος δ᾽ ἐν δευτέρῳ Ὁμοίων χωρὶς τοῦς1〉 κῶπας αὐτοὺς ὀνομάζει. Ἐπίχαρμος p. 283 L':' ‘σκῶπας, ἔποπας, γλαῦκασ᾽. καὶ Μητρόδωρος δ᾽ ἐν τῷ περὶ συνηθείας ἀντορχουμένους φησὶν ἁλίσκεσθαι τοὺς σκῶπας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
hide References (1 total)
  • Cross-references from this page (1):
    • Homer, Odyssey, 5.66
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: