previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἡγήσανδρος δ᾽ ἐν τοῖς Ὑπομνήμασι FHG IV 418' 'τῶν ἡδυσμάτων φησὶν ἐρᾶν πάντας, οὐ τῶν κρεῶν οὐδὲ τῶν ἰχθύων: ἀπογενομένων γοῦν τούτων οὐδεὶς ἡδέως ἔτι προσφέρεται τὸ κρέας οὐδὲ τὸν ἰχθὺν οὐδ᾽ ἐπιθυμεῖ τῶν ὠμῶν καὶ τῶν ἀνηδύντων.

καὶ γὰρ τὸ παλαιὸν παίδων ἤρων, ὡς καὶ Ἀρίστων ἔφη, ὅθεν καὶ καλεῖσθαι τοὺς ἐρωμένους συνέβη παιδικά. πρὸς ἀλήθειαν γάρ, καθάπερ φησὶ Κλέαρχος ἐν τῷ πρώτῳ τῶν Ἐρωτικῶν FHG II 314',' Λυκοφρονίδην εἰρηκέναι φησίν fr. 1 B':'

οὔτε παιδὸς ἄρρενος οὔτε παρθένων
τῶν χρυσοφόρων οὐδὲ γυναικῶν βαθυκόλπων
καλὸν τὸ πρόσωπον, ἐὰν μὴ κόσμιον πεφύκῃ.
γὰρ αἰδὼς ἄνθος ἐπισπείρει.
καὶ Ἀριστοτέλης δὲ ἔφη fr. 81 R' 'τοὺς ἐραστὰς εἰς οὐδὲν ἄλλο τοῦ σώματος τῶν ἐρωμένων ἀποβλέπειν τοὺς ὀφθαλμούς, ἐν οἷς τὴν αἰδῶ κατοικεῖν. Σοφοκλῆς δέ που περὶ τοῦ Πέλοπος διαλεγομένην ποιήσας τὴν Ἱπποδάμειάν φησιν Oenom. fr. 433 N':'
τοιάνδ᾽ ἐν ὄψει λύγγα θηρατηρίαν
ἔρωτος, ἀστραπήν τιν᾽ ὀμμάτων ἔχει:
θάλπεται μὲν αὐτός, ἐξοπτᾷ δ᾽ ἐμέ,
ἴσον μετρῶν ὀφθαλμόν, ὥστε τέκτονος
παρὰ στάθμην ἰόντος ὀρθοῦται κανών.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: