previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τῷ δ᾽ ἡμετέρῳ χορῷ οἶνος φίλος θυρσοφόρος
μέτα πρεσβεύων Διόνυσος,' φησὶν Ἴων Χῖος ἐν τοῖς ἐλεγείοις fr. 1 B':'
αὕτη γὰρ πρόφασις παντοδαπῶν λογίων:
αἵ τε Πανελλήνων ἀγοραὶ θαλίαι τε ἀνάκτων,
ἐξ οὗ βοτρυόεσσ᾽ οἰνὰς ὑποχθόνιον
πτόρθον ἀνασχομένη θαλερῷ ἐπτύξατο πήχει
αἰθέρος: ὀφθαλμῶν δ᾽ ἐξέθορον πυκινοὶ
παῖδες, φωνήεντες ὅταν πέσῃ ἄλλος ἐπ᾽ ἄλλῳ,
πρὶν δὲ σιωπῶσιν. παυσάμενοι δὲ βοῆς
νέκταρ ἀμέλγονται, μόνον ὄλβιον ἀνθρώποισι
ξυνόν, τοῦ χαίρειν φάρμακον αὐτοφυές.
τοῦ θαλίαι φίλα τέκνα φιλοφροσύναι τε χοροί τε:
τῶν ἀγαθῶν βασιλεὺς οἶνος ἔδειξε φύσιν.
τοῦ σὺ πάτερ, Διόνυσε, φιλοστεφάνοισιν ἀρέσκων
ἀνδράσιν, εὐθύμων συμποσίων πρύτανι,
χαῖρε. δίδου δ᾽ αἰῶνα, καλῶν ἐπιήρανε ἔργων,
πίνειν καὶ παίζειν καὶ τὰ δίκαια φρονεῖν.
Ἄμφις δ᾽ ἐν Φιλαδέλφοις ἐπαινῶν τὸν τῶν φιλοποτῶν φησι βίον II 246 K':'
κατὰ πόλλ᾽ ἐπαινῶ μᾶλλον ἡμῶν τὸν βίον
τὸν τῶν φιλοποτῶν ἤπερ ὑμῶν τῶν μόνον
ἐν τῷ μετώπῳ νοῦν ἔχειν εἰωθότων.
μὲν γὰρ ἐπὶ τοῦ συντετάχθαι διὰ τέλους
φρόνησις οὖσα διὰ τὸ λεπτῶς καὶ πυκνῶς
πάντ᾽ ἐξετάζειν δέδιεν ἐπὶ τὰ πράγματα
ὁρμᾶν προχείρως, δὲ διὰ τὸ μὴ σαφῶς
τί ποτ᾽ ἀφ᾽ ἑκάστου πράγματος συμβήσεται
διαλελογίσθαι δρᾷ τι καὶ νεανικὸν
καὶ θερμόν.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: