γαλεοὺς καὶ βατίδας ὅσα τε τῶν γενῶνἀκρολιπάρους δέ τινας ἀνθρώπους κέκληκεν Ἄλεξις ἐν Πονήρᾳ οὕτως ῾II 368 K':'
ἐν ὀξυλιπάρῳ τρίμματι σκευάζεται.
ἀκρολίπαροι, τὸ δ᾽ ἄλλο σῶμ᾽ ὑπόξυλον.παρατεθέντος δέ ποτε καὶ ἰχθύος μεγάλου ἐν ὀξάλμῃ καὶ εἰπόντος τινὸς ἥδιστον εἶναι ὀψάριον πᾶν τὸ ἐν ὀξάλμῃ παρατιθέμενον, συναγαγὼν τὰς ὀφρῦς ὁ τὰς ἀκάνθας ἀγείρων Οὐλπιανὸς ‘ποῦ κεῖται, ἔφη, ὀξάλμη; ὀψάριον γὰρ παρ᾽ οὐδενὶ τῶν ζώντων λεγόμενον οἶδα.' οἱ μὲν οὖν πολλοὶ μακρὰ χαίρειν εἰπόντες αὐτῷ ἐδείπνουν, τοῦ Κυνούλκου τὰ ἐξ Αὐρῶν Μεταγένους ἀναφωνήσαντος ῾I 705 K':'
ἀλλ᾽, ὦ 'γαθέ, δειπνῶμεν, κἄπειτά με πᾶνκαὶ ὁ Μυρτίλος ἡδέως πως συναπογραφόμενος αὐτῷ, ἵνα μηδενὸς μεταλαμβάνῃ, ἀλλὰ πάντα λαλῇ, ἔφη: ‘Κρατῖνος ἐν Ὀδυσσεῦσιν εἴρηκε τὴν ὀξάλμην διὰ τούτων ῾I 58 K':'
ἐπερωτᾶν
ὅ τι ἂν βούλῃ: νῦν γὰρ πεινῶν δεινῶς πώς εἰμ᾽
ἐπιλήσμων.
ἀνθ᾽ ὧν πάντας ἑλὼν ὑμᾶς ἐρίηρας ἑταίρους,καὶ Ἀριστοφάνης Σφηξίν ῾330':'
φρύξας, ἑψήσας κἀπανθρακίσας, ὀπτήσας,
εἰς ἅλμην τε καὶ ὀξάλμην κᾆτ᾽ ἐς σκοροδάλμην
χλιερὸν ἐμβάπτων, ὃς ἂν ὀπτότατός μοι ἁπάντων
ὑμῶν φαίνηται, κατατρώξομαι, ὦ στρατιῶται.
ἀποφυσήσας
εἰς ὀξάλμην ἔμβαλε θερμήν.