previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Μυρρίνην δὲ τὴν Σαμίαν ἑταίραν Δημήτριος εἶχεν βασιλεὺς τῆς διαδοχῆς τελευταῖος καὶ ἔξω τοῦ διαδήματος κοινωνὸν εἶχε τῆς βασιλείας, ὥς φησιν Νικόλαος Δαμασκηνός FHG III 414'.' Πτολεμαῖός τε τὴν ἐν Ἐφέσῳ διέπων φρουρὰν υἱὸς ὢν τοῦ Φιλαδέλφου βασιλέως Εἰρήνην εἶχε τὴν ἑταίραν, ἥτις ὑπὸ Θρᾳκῶν ἐν Ἐφέσῳ ἐπιβουλευομένου τοῦ Πτολεμαίου καὶ καταφυγόντος εἰς τὸ τῆς Ἀρτέμιδος ἱερὸν συγκατέφυγεν: καὶ ἀποκτεινάντων αὐτὸν ἐκείνων Εἰρήνη ἐχομένη τῶν ῥόπτρων τῶν θυρῶν τοῦ ἱεροῦ ἐπέρραινεν τοῦ αἵματος τοῖς βωμοῖς, ἕως καὶ αὐτὴν κατέσφαξαν. Δανάην δὲ τὴν Λεοντίου τῆς Ἐπικουρείου θυγατέρα ἑταιριζομένην καὶ αὐτὴν Σώφρων εἶχεν ἐπὶ τῆς Ἐφέσου: δι᾽ ἣν αὐτὸς μὲν ἐσώθη ἐπιβουλευόμενος ὑπὸ Λαοδίκης, δὲ κατεκρημνίσθη, ὡς γράφει Φύλαρχος διὰ τῆς δωδεκάτης FHG I 339' 'τάδε: ‘ πάρεδρος τῆς Λαοδίκης Δανάη, πιστευομένη ὑπ᾽ αὐτῆς τὰ πάντα, Λεοντίου δ᾽ οὖσα τῆς μετ᾽ Ἐπικούρου τοῦ φυσικοῦ σχολασάσης θυγάτηρ, Σώφρονος δὲ γεγονυῖα πρότερον ἐρωμένη, παρακολουθοῦσα διότι ἀποκτεῖναι βούλεται τὸν Σώφρονα Λαοδίκη διανεύει τῷ Σώφρονι, μηνύουσα τὴν ἐπιβουλήν. δὲ συλλαβὼν καὶ προσποιηθεὶς συγχωρεῖν περὶ ὧν λέγει δύ᾽ ἡμέρας παρῃτήσατο εἰς σκέψιν: καὶ συγχωρησάσης νυκτὸς ἔφυγεν εἰς Ἔφεσον. μαθοῦσα δὲ Λαοδίκη τὸ ποιηθὲν ὑπὸ τῆς Δανάης κατεκρήμνισεν τὴν ἄνθρωπον, οὐδὲν τῶν προγεγενημένων φιλανθρώπων ἐπὶ νοῦν βαλομένη. τὴν δὲ Δανάην φασίν, ὡς ᾔσθετο τὸν ἐπηρτημένον αὐτῇ κίνδυνον, ἀνακρινομένην ὑπὸ τῆς Λαοδίκης οὐδ᾽ ἀποκρίσεως αὐτὴν ἀξιῶσαι: ἀπαγομένην τε ἐπὶ τὸν κρημνὸν εἰπεῖν ὡς δικαίως οἱ πολλοὶ καταφρονοῦσι τοῦ θείου, ὅτεἐγὼ μὲν τὸν γενόμενόν μοι ἄνδρα σώσασα τοιαύτην χάριτα παρὰ τοῦ δαιμονίου λαμβάνω, Λαοδίκη δὲ τὸν ἴδιον ἀποκτείνασα τηλικαύτης τιμῆς ἀξιοῦται.' δ᾽ αὐτὸς Φύλαρχος καὶ περὶ Μύστας ἱστορεῖ ἐν τῇ τεσσαρεσκαιδεκάτῃ οὕτως ib. 341':' ‘Μύστα Σελεύκου τοῦ βασιλέως ἐρωμένη ἦν: ἥτις ὑπὸ Γαλατῶν Σελεύκου νικηθέντος καὶ μόλις ἐκ τῆς φυγῆς διασωθέντος αὐτὴ μεταμφιεσαμένη τὴν βασιλικὴν ἐσθῆτα καὶ ῥάκια λαβοῦσα θεραπαινίδος τῆς τυχούσης συλληφθεῖσα ἀπήχθη μετὰ τῶν ἄλλων αἰχμαλώτων καὶ πραθεῖσα ὁμοίως ταῖς ἑαυτῆς θεραπαινίσιν ἦλθεν εἰς Ῥόδον: ἔνθα ἐκφήνασα ἑαυτὴν ἥτις ἦν περισπουδάστως ὑπὸ τῶν Ῥοδίων τῷ Σελεύκῳ διεπέμφθη.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: