ὄξει διέμενος Σφηττίῳ.Δίδυμος δ᾽ ἐξηγούμενος τὸ ἰαμβεῖόν φησιν: ‘ἴσως διότι οἱ Σφήττιοι ὀξεῖς.' μνημονεύει δέ που καὶ τοῦ ἐκ Κλεωνῶν ὄξους ὡς διαφόρου ῾I 561 K':'
ἐν δὲ Κλεωναῖς ὀξίδες εἰσί.καὶ Δίφιλος ῾II 572 K':'
δειπνεῖ τε καταδύς, πῶς δοκεῖς, Λακωνικῶς,Φιλωνίδης ῾I 256 K':'
ὄξους δὲ κοτύλην—Β. πάξ. Α. τί πάξ; ὀξὶς μέτρον
χωρεῖ τοσοῦτο τῶν Κλεωναίων.
τὰ καταχύσματαὁ δὲ Ταραντῖνος Ἡρακλείδης ἐν τῷ Συμποσίῳ φησί: ‘τὸ ὄξος τινὰ τῶν ἐκτὸς συνιστάνει, παραπλησίως δὲ καὶ τὰ ἐν κοιλίᾳ, τὰ <δ᾽> ἐν τῷ ὄγκῳ διαλύει, διὰ τὸ δηλονότι διαφόρους ἐν ἡμῖν μίγνυσθαι χυμούς.' ἐθαυμάζετο δὲ καὶ τὸ Δεκελεικὸν ὄξος. Ἄλεξις ῾II 400 K':'
αὐτοῖσιν ὄξος οὐκ ἔχει.
κοτύλας τέτταραςλεκτέον δὲ ὀξύγαρον διὰ τοῦ 〈υ〉 καὶ τὸ δεχόμενον αὐτὸ ἀγγεῖον ὀξύβαφον: ἐπεὶ καὶ Λυσίας ἐν τῷ κατὰ Θεοπόμπου αἰκίας εἴρηκεν ῾fr. 111 Tur':' ‘ἐγὼ δ᾽ ὀξύμελι πίνω.' οὕτως οὖν ἐροῦμεν καὶ ὀξυρόδινον.
ἀναγκάσας με μεστὰς αὐτοῦ σπάσαι
ὄξους Δεκελεικοῦ δι᾽ ἀγορᾶς μέσης ἄγεις.