previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

περὶ δὲ ΘΕΤΤΑΛΩΝ λέγων ἐν τῇ τετάρτῃ ib. 286' 'φησὶν ὅτιζῶσιν οἳ μὲν σὺν ταῖς ὀρχηστρίσιν καὶ ταῖς αὐλητρίσιν διατρίβοντες, οἳ δ᾽ ἐν κύβοις καὶ πότοις καὶ ταῖς τοιαύταις ἀκολασίαις διημερεύοντες, καὶ μᾶλλον σπουδάζουσιν ὅπως ὄψων παντοδαπῶν τὰς τραπέζας παραθήσονται πλήρεις τὸν αὑτῶν βίον ὅπως παρασχήσονται κεκοσμημένον. Φαρσάλιοι δὲ πάντων, φησίν, ἀνθρώπων εἰσὶν ἀργότατοι καὶ πολυτελέστατοι.' ὡμολόγηνται δ᾽ οἱ Θετταλοί, ὡς καὶ Κριτίας φησί FHG II 69',' πάντων Ἑλλήνων πολυτελέστατοι γεγενῆσθαι περί τε τὴν δίαιταν καὶ τὴν ἐσθῆτα: ὅπερ αὐτοῖς αἴτιον ἐγένετο κατὰ τῆς Ἑλλάδος ἐπαγαγεῖν τοὺς Πέρσας, ζηλώσαντας τὴν τούτων τρυφὴν καὶ πολυτέλειαν. περὶ δὲ ΑΙΤΩΛΩΝ Πολύβιος μὲν ἐν τρισκαιδεκάτῃ Ἱστοριῶν c. 1, 1' 'φησιν ὡς διὰ τὴν τῶν πολέμων συνέχειαν καὶ τὴν τῶν βίων πολυτέλειαν κατάχρεοι ἐγένοντο. Ἀγαθαρχίδης δ᾽ ἐν δωδεκάτῃ Ἱστοριῶν FHG III 192' '‘Αἰτωλοί, φησί, τοσούτῳ τῶν λοιπῶν ἑτοιμότερον ἔχουσι πρὸς θάνατον ὅσῳπερ καὶ ζῆν πολυτελῶς [καὶ] ἐκτενέστερον ζητοῦσι τῶν ἄλλων.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: