previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Πλάτων Φάωνι διηγούμενος ὅσα διὰ τὸν οἶνον συμβαίνει ταῖς γυναιξί φησιν I 648 K':'
εἶεν, γυναῖκες, ὡς ὑμῖν πάλαι
οἶνον γενέσθαι τὴν ἄνοιαν εὔχομαι.
ὑμῖν γὰρ οὐδέν, καθάπερ παροιμία,
ἐν τῷ καπήλῳ νοῦς ἐνεῖναί μοι δοκεῖ.
εἰ γὰρ Φάωνα δεῖσθ᾽ ἰδεῖν, προτέλεια δεῖ
ὑμᾶς ποιῆσαι πολλὰ πρότερον τοιαδί:
πρῶτα μὲν ἐμοὶ γὰρ κουροτρόφῳ προθύεται
πλακοῦς ἐνόρχης, ἄμυλος ἐγκύμων, κίχλαι
ἑκκαίδεχ᾽ ὁλόκληροι μέλιτι διαμεμιγμέναι,
λαγῷα δώδεκ᾽ ἐπισέληνα. τἄλλα δὲ
ἤδη τάδ᾽ εὐτελέστατ᾽ <ἐστ᾽>: ἄκουε δή.
βολβῶν μὲν Ὀρθάννῃ τρί᾽ ἡμιεκτέα,
Κονισάλῳ δὲ καὶ παραστάταιν δυοῖν
μύρτων πινακίσκος χειρὶ παρατετιλμένων:
λύχνων γὰρ ὀσμὰς οὐ φιλοῦσι δαίμονες.
πύργης τετάρτης κυσί τε καὶ κυνηγέταις,
Λόρδωνι δραχμή, Κυβδάσῳ τριώβολον,
ἥρῳ Κέλητι δέρμα καὶ θυλήματα.
ταῦτ᾽ ἐστι τἀναλώματ᾽. εἰ μὲν οὖν τάδε
προσοίσετ᾽, εἰσέλθοιτ᾽ ἄν: εἰ δὲ μή, μάτην
ἔξεστιν ὑμῖν διὰ κενῆς βινητιᾶν.
Ἀξιόνικος δ᾽ ἐν Φιλίννῃ φησί II 414 K':'
γυναικὶ δὴ πίστευε μὴ πίνειν ὕδωρ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: