previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τοσαῦτ᾽ οὖν καὶ περὶ τοῦ τῶν νεῶν καταλόγου οὐκ ἀπὸ Βοιωτῶν ἀρξάμενοι κατελέξαμεν, ἀλλ᾽ ἀπὸ πανηγυρικῶν πομπῶν. καὶ ἐπεὶ τὸν καλὸν Οὐλπιανὸν οἶδα πάλιν προβαλοῦντα ἡμῖν τίς αὕτη παρὰ τῷ Καλλιξείνῳ ἐγγυθήκη, φαμὲν αὐτῷ ὅτι καὶ λόγος τις εἰς Λυσίαν ἀναφέρεται τὸν ῥήτορα περὶ ἐγγυθήκης ἐπιγραφόμενος, οὗ ἀρχή fr. 91 Tur':' ‘εἰ μὲν δίκαιον ἔλεγεν μέτριον, ἄνδρες δικασταί, Λυσιμένης.' ἐν προελθών φησιν: ‘οὐκ ἂν ἐσπούδαζον περὶ αὐτῆς τῆς ἐγγυθήκης δικαιολογεῖσθαι, οὔκ ἐστιν ἀξία τριάκοντα δραχμῶν.' ὅτι δὲ χαλκῆ ἦν ἐγγυθήκη ἑξῆς φησι: ‘πέρυσιν δὲ ἐπισκευάσαι αὐτὴν βουλόμενος ἐξέδωκα εἰς τὸ χαλκεῖον: ἐστὶ γὰρ συνθετὴ καὶ Σατύρων ἔχει πρόσωπα καὶ βουκεφάλια. .... ἄλλο ἔτι μέγεθος τὸ αὐτό. γὰρ αὐτὸς τεχνίτης πολλὰ σκεύη ταὐτὰ καὶ ὅμοια ἐργάζεται.' ἐν τούτοις Λυσίας εἰπὼν ὅτι καὶ χαλκῆ ἦν ἐγγυθήκη, σαφῶς παρίστησιν, ὡς καὶ Καλλίξεινος εἴρηκε p. 199c',' λεβήτων αὐτὰς ὑποθήματα εἶναι. οὕτως γὰρ καὶ Πολέμων περιηγητὴς εἶπεν ἐν γ# τῶν πρὸς Ἀδαῖον καὶ Ἀντίγονον fr. 58 Pr.' 'ἐξηγούμενος διάθεσιν ἐν Φλιοῦντι κατὰ τὴν πολεμάρχειον στοὰν γεγραμμένην ὑπὸ Σίλλακος τοῦ Ῥηγίνου, οὗ μνημονεύουσιν Ἐπίχαρμος p. 293 L' 'καὶ Σιμωνίδης fr. 194 B4',' λέγων οὕτως fr. 58 Pr':'‘ἐγγυθήκη καὶ ἐπ᾽ αὐτῆς κύπελλον.' Ἡγήσανδρος δὲ Δελφὸς ἐν τῷ ἐπιγραφομένῳ ὑπομνήματι ἀνδριάντων καὶ ἀγαλμάτων FHG IV 421' 'Γλαύκου φησὶ τοῦ Χίου τὸ ἐν Δελφοῖς ὑπόστημα οἷον ἐγγυθήκην τινὰ σιδηρᾶν, ἀνάθημα Ἀλυάττου: οὗ Ἡρόδοτος μνημονεύει I 25' 'ὑποκρητηρίδιον αὐτὸ καλῶν. καὶ <μὲν> Ἡγήσανδρος ταῦτα λέγει. εἴδομεν δ᾽ αὐτὸ καὶ ἡμεῖς ἀνακείμενον ἐν Δελφοῖς ὡς ἀληθῶς θέας ἄξιον διὰ τὰ ἐν αὐτῷ ἐντετορευμένα ζῳδάρια καὶ ἄλλα τινὰ ζῳύφια καὶ φυτάρια, ἐπιτίθεσθαι ἐπ᾽ αὐτῷ δυνάμενα καὶ κρατῆρας καὶ ἄλλα σκεύη. δ᾽ ὑπ᾽ Ἀλεξανδρέων καλουμένη ἀγγοθήκη τρίγωνός ἐστι, κατὰ μέσον κοίλη, δέχεσθαι δυναμένη ἐντιθέμενον κεράμιον. ἔχουσι δὲ ταύτην οἱ μὲν πένητες ξυλίνην, οἱ δὲ πλούσιοι χαλκῆν ἀργυρᾶν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: