στέφανον εἶχον κοκκυμήλων καὶ μίνθης.Ἄλεξις ῾II 397 K':'
καὶ μὴν ἐνύπνιον οἴομαί <γ᾽> ἑορακέναιπάλιν ῾ib. p. 398':'
νικητικόν. Β. λέγ᾽ αὐτό. Α. τὸν νοῦν πρόσεχε δή:
ἐν τῷ σταδίῳ τῶν ἀνταγωνιστῶν μέ τις
ἐδόκει στεφανοῦν γυμνὸς προσελθὼν ...
στεφάνῳ κυλιστῷ κοκκυμήλων—Β. Ἡράκλεις.
Α. πεπόνων ...
ἑόρακας <ἤδη> πώποτ᾽ ἐσκευασμένονΝίκανδρος ῾fr. 87 Schn':'
ἤνυστρον ἢ σπλῆν᾽ ὀπτὸν ὠνθυλευμένον
ἢ κοκκυμήλων σπυρίδα πεπόνων;
τοιοῦτ᾽ ἔχει τὸ μέτωπον.
μῆλον ὃ κόκκυγος καλέουσι.Κλέαρχος δ᾽ ὁ περιπατητικός φησι ῾FHG II 327' 'Ῥοδίους καὶ Σικελιώτας βράβυλα καλεῖν τὰ κοκκύμηλα, ὡς καὶ Θεόκριτος ὁ Συρακούσιος ῾7, 146':'
ὅρπηκες βραβίλοισι καταβρίθοντες ἔραζε.καὶ πάλιν ῾12, 3':'
ὅσον μῆλον βραβίλοιοἐστὶ δὲ τοῦτο τὸ ἀκρόδρυον μικρότερον μὲν τῇ περιφορᾷ τῶν κοκκυμήλων, τῇ δ᾽ ἐδωδῇ τὸ αὐτό, πλὴν ὀλίγον δριμύτερον. Σέλευκος δ᾽ ἐν Γλώσσαις βράβιλά φησιν ἦλα κοκκύμηλα μάδρυα τὰ αὐτὰ εἶναι: τὰ μὲν μάδρυα οἷον μαλόδρυα, τὰ δὲ βράβυλα ὅτι εὐκοίλια καὶ τὴν βορὰν ἐκβάλλοντα, ἦλα δὲ οἷον μῆλα, ὡς Δημήτριος ὁ Ἰξίων λέγει ἐν Ἐτυμολογίᾳ. Θεόφραστος δὲ λέγει ῾h. pl. 3, 6, 4':' ‘κοκκυμηλέα καὶ σποδιάς: τοῦτο δ᾽ ἐστὶν ὥσπερ ἀγρία κοκκυμηλέα.' Ἀραρὼς δὲ κοκκύμηλον καλεῖ ῾II 219 K' 'τὸ δένδρον, κοκκύμηλον δὲ τὸ ἀκρόδρυον. Δίφιλος δὲ ὁ Σίφνιος μέσως φησὶν εἶναι ταῦτα εὔχυλα, εὔφθαρτα, εὐέκκριτα, ὀλιγότροφα.
ἥδιον.