previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἐπίχαρμος δ᾽ ἐν Ἥβης γάμῳ κἀν Μούσαιςτοῦτο δὲ τὸ δρᾶμα διασκευή ἐστι τοῦ προκειμένουἄρτων ἐκτίθεται γένη p. 231 L' 'ΚΡΙΒΑΝΙΤΗΝ, ὅμωρον, σταιτίτην, ἐγκρίδα, ἀλειφατίτην, %5ἡμιάρτιον. ὧν καὶ Σώφρων ἐν γυναικείοις μίμοις μνημονεύει λέγων οὕτως fr. 11 Bo':' ‘δεῖπνον ταῖς θείαις κριβανίτας καὶ ὁμώρους καὶ ἡμιάρτιον ἑκάστᾳ.' οἶδα δ᾽, ἄνδρες φίλοι, ὅτι Ἀττικοὶ μὲν διὰ τοῦρστοιχείου λέγουσι καὶ κρίβανον καὶ κριβανίτην, Ἡρόδοτος δ᾽ ἐν δευτέρᾳ τῶν ἱστοριῶν ἔφη c. 92':' ‘κλιβάνῳ διαφανεῖ.' καὶ Σώφρων δὲ ἔφη fr. 10 Bo':' ‘τίς σταιτίτας κλιβανίτας ἡμιάρτια πέσσει; δ᾽ αὐτὸς μνημονεύει καὶ ΠΛΑΚΙΤΑ τινὸς ἄρτου ἐν γυναικείοις fr. 12':' ‘εἰς νύκτα μ᾽ ἑστιάσειν ἄρτῳ πλακίτᾳ.' καὶ ΤΥΡΩΝΤΟΣ δ᾽ ἄρτου μνημονεύει Σώφρων ἐν τῇ ἐπιγραφομένῃ Πενθερᾷ οὕτως fr. 32':' ‘συμβουλεύω τ᾽ ἐμφαγεῖν: ἄρτον γάρ τις τυρῶντα τοῖς παιδίοις ἴαλε.' Νίκανδρος δ᾽ Κολοφώνιος ἐν ταῖς Γλώσσαις fr. 184 Schn' 'τὸν ἄζυμον ἄρτον καλεῖ ΔΑΡΑΤΟΝ. Πλάτων δ᾽ κωμῳδιοποιὸς ἐν Νυκτὶ μακρᾷ τοὺς μεγάλους ἄρτους καὶ ῥυπαροὺς ΚΙΛΙΚΙΟΥΣ ὀνομάζει διὰ τούτων I 624 K':'
κἆθ᾽ ἧκεν ἄρτους πριάμενος
μὴ τῶν καθαρύλλων, ἀλλὰ μεγάλους Κιλικίους.
ἐν δὲ τῷ Μενελάῳ ἐπιγραφομένῳ ΑΛΕΛΑΙΟΥΣ τινὰς ἄρτους καλεῖ ib. 622'.' ΑΥΤΟΠΥΡΟΥ δ᾽ ἄρτου μέμνηται Ἄλεξις ἐν Κυπρίῳ II 340 K':'
τὸν δ᾽ αὐτόπυρον ἄρτον ἀρτίως φαγών.
Φρύνιχος δ᾽ ἐν Ποαστρίαις αὐτοπυρίτας αὐτοὺς καλῶν φησιν I 380 K':'
αὐτοπυρίταισί τ᾽ ἄρτοις καὶ λιπῶσι στεμφύλοις.
ΟΡΙΝΔΟΥ δ᾽ ἄρτου μέμνηται Σοφοκλῆς ἐν Τριπτολέμῳ fr. 548 N' 'ἤτοι τοῦ ἐξ ὀρύζης γινομένου ἀπὸ τοῦ ἐν Αἰθιοπίᾳ γιγνομένου σπέρματος, ἐστιν ὅμοιον σησάμῳ. ΚΟΛΛΑΒΟΥ δ᾽ ἄρτου Ἀριστοφάνης ἐν Ταγηνισταῖς I 520 K':'
λαμβάνετε κόλλαβον ἕκαστος.
καὶ πάλιν fr. 506 K':'
δέλφακος ὀπωρινῆς
ἠτριαίαν φέρετε δεῦρο μετὰ κολλάβων
χλιερῶν.
γίνονται δ᾽ οἱ ἄρτοι οὗτοι ἐκ νέου πυροῦ, ὡς Φιλύλλιος ἐν Αὔγῃ παρίστησιν I 782 K':'
αὐτὸς φέρων πάρειμι πυρῶν ἐκγόνους τριμήνων
γαλακτοχρῶτας κολλάβους θερμούς.
ΜΑΚΩΝΙΔΩΝ δ᾽ ἄρτων μνημονεύει Ἀλκμὰν ἐν τῷ ε# οὕτως fr. 74 b B4':'
κλῖναι μὲν ἑπτὰ καὶ τόσαι τράπεσδαι
μακωνίδων ἄρτων ἐπιστέφοισαι
λίνω τε σασάμω τε κἠν πελίχναις
πεδεσσι χρυσοκόλλα.
ἐστὶ <δὲ> βρωμάτιον διὰ μέλιτος καὶ λίνου.

τοῦ δὲ ΚΟΛΛΥΡΑΣ καλουμένου ἄρτου Ἀριστοφάνης ἐν Εἰρήνῃ 122':'

κολλύραν μεγάλην καὶ κόνδυλον ὄψον ἐπ᾽ αὐτῇ.
καὶ ἐν Ὁλκάσι I 499 K':' καὶ κολλύραν τοῖσι περῶσιν διὰ τοὐν Μαραθῶνι
τρόπαιον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: