previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τιμιώτατον δ᾽ ἦν πάλαι τὸ τῶν ἐκπωμάτων κτῆμα. Ἀχιλλεὺς οὖν ὡς ἐξαίρετόν τι εἶχεν ἀνάθημα δέπας, ‘οὐδέ τις ἄλλος οὔτ᾽ ἀνδρῶν πίνεσκεν ἀπ᾽ αὐτοῦ οὔτε τεῳ σπένδεσκε <θεῶν>, ὅτε μὴ Διί Il. 16.225'.' καὶ Πρίαμος δὲ τὸν υἱὸν λυτρούμενος τοῖς ἐπισημοτάτοις κειμηλίοις καὶ δέπας δίδωσι περικαλλές Il. 24.234'.' αὐτός γε μὴν Ζεὺς τῆς Ἡρακλέους γενέσεως ἄξιον ἡγεῖται δῶρον Ἀλκμήνῃ δοθῆναι ποτήριον, ὅπερ Ἀμφιτρύωνι εἰκασθεὶς δίδωσιν,
δ᾽ ὑποδεξαμένα θαήσατο χρύσεον αἶψα
[ποτήριον]. τὸν δὲ Ἥλιον Στησίχορος fr. 8' 'ποτηρίῳ διαπλεῖν φησι τὸν ὠκεανόν, καὶ τὸν Ἡρακλέα περαιωθῆναι ἐπὶ τὰς Γηρυόνου βόας ὁρμῶντα. οἴδαμεν δὲ καὶ τὸ Βαθυκλέους τοῦ Ἀρκάδος ποτήριον, σοφίας ἆθλον Βαθυκλῆς τῷ κριθέντι ἀρίστῳ τῶν καλουμένων <ζ#> σοφῶν ἀπέλιπε. τὸ δὲ Νέστορος ποτήριον πολλοὶ <καὶ> κεραμεύουσι: πλεῖστοι γὰρ περὶ αὐτοῦ συνεγράψαντο. καὶ θεοφιλὲς δὲ τὸ ποτήριον: ‘χρυσέοισ᾽ γοῦνδεπάεσσιν ἀλλήλουσ᾽ δεξιοῦνται Il. 4.3'.' ἐλευθέριον δέ, φησί, καὶ ἐμμελῶς ἐν οἴνῳ διάγειν, μὴ κωθωνιζόμενον μηδὲ Θρᾳκίῳ νόμῳ ἄμυστιν οἰνοποτεῖν, ἀλλὰ τῷ πόματι φάρμακον ὑγείας ἐγκιρνάναι τὸν λόγον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
hide References (3 total)
  • Cross-references from this page (3):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: