previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

οὕτω δ᾽ ἐξήρτηντο τῶν ἡδυπαθειῶν οἱ τότε ὡς καὶ Καλλιπύγου Ἀφροδίτης ἱερὸν ἱδρύσασθαι ἀπὸ τοιαύτης αἰτίας. ἀνδρὶ ἀγροίκῳ ἐγένοντο δύο καλαὶ θυγατέρες: αὗται φιλονικήσασαί ποτε πρὸς ἑαυτὰς προελθοῦσαι ἐπὶ τὴν λεωφόρον διεκρίνοντο ποτέρα εἴη καλλιπυγοτέρα. καί ποτε παρίοντος νεανίσκου πατέρα πρεσβύτην ἔχοντος ἐπέδειξαν ἑαυτὰς καὶ τούτῳ: καὶ ὃς θεασάμενος ἔκρινε τὴν πρεσβυτέραν: ἧς καὶ εἰς ἔρωτα ἐμπεσὼν ἐλθὼν εἰς ἄστυ κλινήρης γίνεται καὶ διηγεῖται τὰ γεγενημένα τῷ ἀδελφῷ ἑαυτοῦ ὄντι νεωτέρῳ. δὲ καὶ αὐτὸς ἐλθὼν εἰς τοὺς ἀγροὺς καὶ θεασάμενος τὰς παῖδας ἐρᾷ καὶ αὐτὸς τῆς ἑτέρας. δ᾽ οὖν πατὴρ ἐπεὶ παρακαλῶν αὐτοὺς ἐνδοξοτέρους λαβεῖν γάμους οὐκ ἔπειθεν, ἄγεται ἐκ τοῦ ἀγροῦ τὰς παῖδας αὐτοῖς, πείσας ἐκείνων τὸν πατέρα, καὶ ζεύγνυσι τοῖς υἱοῖς. αὗται οὖν ὑπὸ τῶν πολιτῶν καλλίπυγοι ἐκαλοῦντο, ὡς καὶ Μεγαλοπολίτης Κερκιδᾶς ἐν τοῖς Ἰάμβοις ἱστορεῖ λέγων PL II 513, fr. 1 B4':'
ἦν καλλιπύγων ζεῦγος ἐν Συρακούσαις.
αὗται οὖν ἐπιλαβόμεναι οὐσίας λαμπρᾶς ἱδρύσαντο Ἀφροδίτης ἱερὸν καλέσασαι Καλλίπυγον τὴν θεόν, ὡς ἱστορεῖ καὶ Ἀρχέλαος ἐν τοῖς Ἰάμβοις.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: