previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἔθος δ᾽ ἦν Ἀθήνησι καὶ τοὺς πόδας τῶν τρυφώντων ἐναλείφειν μύροις, ὡς Κηφισόδωρος μὲν ἐν Τροφωνίῳ φησίν I 800 K':'
ἔπειτ᾽ ἀλείφεσθαι τὸ σῶμά μοι πρίω
μύρον ἴρινον καὶ ῥόδινον, ἄγαμαι, Ξανθία:
καὶ τοῖς ποσὶν χωρὶς πρίω μοι βάκκαριν.
Εὔβουλος δ᾽ ἐν Σφιγγοκαρίωνι II 203 K':'
ἐν θαλάμῳ μαλακῶς κατακείμενον: ἐν δὲ κύκλῳ νιν
παρθενικαὶ τρυφεραί, χλιδαναὶ μάλα καὶ κατάθρυπτοι,
τὸν πόδ᾽ ἀμαρακίνοισι μύροις τρίψουσι τὸν ἐμόν.
ἐν δὲ Προκρίδι λέγει τις πῶς δεῖ ἐπιμελεῖσθαι τοῦ τῆς Προκρίδος κυνὸς ὡς περὶ ἀνθρώπου τοῦ κυνὸς τὸν λόγον ποιούμενος ib. 195':'
οὔκουν ὑποστορεῖτε μαλακῶς τῷ κυνί;
κάτω μὲν ὑποβαλεῖτε τῶν Μιλησίων
ἐρίων, ἄνωθεν δ᾽ ἐπιβαλεῖτε ξυστίδα.
Β. Ἄπολλον. Α. εἶτα χόνδρον αὐτῷ δεύσετε
γάλακτι χηνός. Β. Ἡράκλεις. Α. καὶ τοὺς πόδας
ἀλείψετ᾽ αὐτοῦ τῷ Μεγαλλείῳ μύρῳ.
Ἀντιφάνης δὲ ἐν μὲν Ἀλκήστιδι ib. 23' 'ἐλαίῳ τινὰ ποιεῖ χριόμενον τοὺς πόδας. ἐν δὲ Μητραγύρτῃ φησί ib. 74':'
τήν τε παῖδ᾽ ἀλείμματα
παρὰ τῆς θεοῦ λαβοῦσαν εἶτα τοὺς πόδας
ἐκέλευ᾽ ἀλείφειν πρῶτον, εἶτα τὰ νόνατα.
ὡς θᾶττον παῖς δ᾽ ἥψατ᾽ αὐτοῦ τῶν ποδῶν
ἔτριψέ τ᾽, ἀνεπήδησεν.
καὶ ἐν Ζακύνθῳ ib. 51':'
εἶτ᾽ οὐ δικαίως εἰμὶ φιλογύνης ἐγὼ
καὶ τὰς ἑταίρας ἡδέως πάσας ἔχω;
τουτὶ γὰρ αὐτὸ πρῶτον σὺ ποεῖς παθεῖν,
μαλακαῖς καλαῖς τε χερσὶ τριφθῆναι πόδας,
πῶς οὐχὶ σεμνόν ἐστιν;
καὶ ἐν Θορικίοις ib. 53':'
λοῦται δ᾽ ἀληθῶς: ἀλλὰ τί;
Β. ἐκ χρυσοκολλήτου γε κάλπιδος μύρῳ
Αἰγυπτίῳ μὲν τοὺς πόδας καὶ τὰ σκέλη,
φοινικίνῳ δὲ τὰς γνάθους καὶ τιτθία,
σισυμβρίνῳ δὲ τὸν ἕτερον βραχίονα,
ἀμαρακίνῳ δὲ τὰς ὀφρῦς καὶ τὴν κόμην,
ἑρπυλλίνῳ δὲ τὸ γόνυ καὶ τὸν αὐχένα ...
Ἀναξανδρίδης δὲ ἐν Πρωτεσιλάῳ ib. 151':'
μύρῳ δὲ παρὰ Πέρωνος, οὗπερ ἀπέδοτο
ἐχθὲς Μελανώπῳ, πολυτελοῦς Αἰγυπτίου,
νῦν ἀλείφει τοὺς πόδας Καλλιστράτου.
καὶ τὸν ἐπὶ Θεμιστοκλέους δὲ βίον Τηλεκλείδης ἐν Πρυτάνεσιν I 215 K' 'ἁβρὸν ὄντα παραδίδωσι. Κρατῖνός τ᾽ ἐν Χείρωσι τὴν τρυφὴν ἐμφανίζων τὴν τῶν παλαιτέρων φησίν ib. 86':'
ἁπαλὸν δὲ σισύμβριον <> ῥόδον κρίνον παρ᾽ οὖς
ἐθάκει:
μετὰ χερσὶ δὲ μῆλον ἕκαστος ἔχων σκίπωνά τ᾽ ἠγόραζον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: