previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

καὶ οἱ γλωσσογράφοι δὲ ἄρτων ὀνόματα καταλέγουσι: Σέλευκος μὲν ΔΡΑΜΙΝ ὑπὸ Μακεδόνων οὕτως καλούμενον, ΔΑΡΑΤΟΝ δ᾽ ὑπὸ Θεσσαλῶν. ΕΤΝΙΤΑΝ δέ φησι ἄρτον εἶναι λεκιθίτην, ΕΡΙΚΙΤΑΝ δὲ καλεῖσθαι τὸν ἐξ ἐρηριγμένου καὶ ἀσήστου πυροῦ γιγνόμενον καὶ χονδρώδους. Ἀμερίας δὲ καλεῖ ΞΗΡΟΠΥΡΙΤΑΝ τὸν αὐτόπυρον ἄρτον: ὁμοίως δὲ καὶ Τιμαχίδας. Νίκανδρος δὲ θιαγόνας φησὶν fr. 136 Schn' 'ἄρτους ὑπ᾽ Αἰτωλῶν καλεῖσθαι τοὺς τοῖς θεοῖς γινομένους. Αἰγύπτιοι δὲ τὸν ὑποξίζοντ᾽ ἄρτον ΚΥΛΛΑΣΤΙΝ καλοῦσιν. μνημονεύει δ᾽ αὐτοῦ Ἀριστοφάνης Δαναίσι I 457 K':'
καὶ τὸν κυλλᾶστιν φθέγγου καὶ τὸν Πετόσιριν.
μνημονεύουσιν αὐτοῦ καὶ Ἑκαταῖος FHG I 20' 'καὶ Ἡρόδοτος II 77' 'καὶ Φανόδημος ἐν ζ# Ἀτθίδος FHG I 367'.' δὲ Θυατειρηνὸς Νίκανδρος τὸν ἐκ τῆς κριθῆς ἄρτον γινόμενον ὑπὸ τῶν Αἰγυπτίων κυλλᾶστίν φησι καλεῖσθαι. τοὺς δὲ ῥυπαροὺς ἄρτους φαιοὺς ὠνόμασεν Ἄλεξις ἐν Κυπρίῳ οὕτως II 340 K':'
ἔπειτα πῶς ἦλθες; Β. μόλις
ὀπτωμένους κατέλαβον. Α. ἐξόλοι᾽: ἀτὰρ
πόσους φέρεις; Β. ἑκκαίδεκ᾽. Α. οἶσε δεῦρο ...
Β. λευκοὺς μὲν ὀκτώ, τῶν δὲ φαιῶν τοὺς ἴσους.
ΒΛΗΜΑ δέ φησι καλεῖσθαι τὸν ἐντεθρυμμένον ἄρτον καὶ θερμὸν Σέλευκος. Φιλήμων δ᾽ ἐν α# παντοδαπῶν χρηστηρίων ΠΥΡΝΟΝ φησι καλεῖσθαι τὸν ἐκ πυρῶν ἀσήστων γινόμενον ἄρτον καὶ πάντα ἐν ἑαυτῷ ἔχοντα, ΒΛΩΜΙΑΙΟΥΣ τε ἄρτους ὀνομάζεσθαι λέγει τοὺς ἔχοντας ἐντομάς, οὓς Ῥωμαῖοι κοδράτους λέγουσι, ΒΡΑΤΤΙΜΗΝ τε καλεῖσθαι τὸν πιτυρίτην ἄρτον, ὃν εὔκονον τευκονον ὀνομάζουσιν Ἀμερίας καὶ Τιμαχίδας. Φιλητᾶς δ᾽ ἐν τοῖς Ἀτάκτοις fr. 55 Bach' 'ΣΠΟΛΕΑ καλεῖσθαί τινα ἄρτον, ὃν ὑπὸ τῶν συγγενῶν μόνον καταναλίσκεσθαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: