previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ὅτι τοὺς πέπονας Κρατῖνος μὲν ΣΙΚΥΟΥΣ σπερματίας κέκληκεν ἐν Ὀδυσσεῦσι I 56 K':'
ποῦ ποτ᾽ εἶδές μοι τὸν ἄνδρα, παῖδα Λαέρτα
φίλον;
Β. ἐν Πάρῳ σικυὸν μέγιστον σπερματίαν ὠνούμενον.
Πλάτων Λαίῳ I 618 K':'
οὐχ ὁρᾷς ὅτι
μὲν Λέαγρος, Γλαύκωνος ὢν μεγάλου γένους,
<ἀβελτερο>κόκκυξ ἠλίθιος περιέρχεται
σικυοῦ πέπονος εὐνουχίου κνήμας ἔχων.
Ἀναξίλας II 274 K':'
τὰ δὲ σφύρ᾽ ᾤδει μᾶλλον σικυὸς πέπων.
Θεόπομπος I 752 K':'
μαλθακωτέρα
πέπονος σικυοῦ μοι γέγονε.
Φαινίας FHG II 300':' ‘βρωτὰ μὲν ἁπαλὰ τῷ περικαρπίῳ σικυὸς καὶ πέπων ἄνευ τοῦ σπέρματος, πεττόμενον δὲ τὸ περικάρπιον μόνον. κολοκύντη δὲ ὠμὴ μὲν ἄβρωτος, ἑφθὴ δὲ καὶ ὀπτὴ βρωτή.' Διοκλῆς δ᾽ Καρύστιος ἐν πρώτῳ Ὑγιεινῶν φησιν ἑψανὰ ἄγρια εἶναι θρίδακα ῾ταύτης κρατίστην τὴν μέλαιναν̓, κάρδαμον, κορίαννον, σίναπυ, κρόμμυον ῾τούτου εἶδος ἀσκαλώνιον καὶ γήτειον̓, σκόροδον, φύσιγγες, σικυός, πέπων, μήκων. καὶ μετ᾽ ὀλίγα: ‘ πέπων δ᾽ ἐστὶν εὐκαρδιώτερος καὶ εὐπεπτότερος. ἑφθὸς δ᾽ σικυὸς ἁπαλὸς ἄλυπος, οὐρητικός. δὲ πέπων ἑψηθεὶς ἐν μελικράτῳ διαχωρητικώτερος.' Σπεύσιππος δ᾽ ἐν τοῖς Ὁμοίοις τὸν πέπονα καλεῖ σικύαν: Διοκλῆς δὲ πέπονα ὀνομάσας οὐκ ἔτι καλεῖ σικύαν: καὶ Σπεύσιππος δὲ σικύαν εἰπὼν πέπονα οὐκ ὀνομάζει. Δίφιλος δέ φησιν: ‘ πέπων εὐχυλότερός ἐστι καὶ ἐπικρατητικὸς ... κακοχυλότερος δέ, ὀλιγότροφος δὲ καὶ εὔφθαρτος καὶ εὐεκκριτώτερος.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: