previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

οὐκ ἐμέθυον δ᾽ οἱ πάλαι, ἀλλὰ καὶ Πιττακὸς Περιάνδρῳ τῷ Κορινθίῳ παρῄνει μὴ μεθύσκεσθαι μηδὲ κωμάζειν, ἵν᾽, ἔφη, μὴ γνωσθῇς οἷος ὢν τυγχάνεις, ἀλλ᾽ οὐχ οἷος προσποιῇ.
κάτοπτρον ῾γὰῤ εἴδους χαλκός ἐστ᾽, οἶνος δὲ νοῦ
Aesch. fr. 384 N'.'
διὸ καὶ καλῶς οἱ παροιμιαζόμενοι λέγουσι τὸν οἶνον οὐκ ἔχειν πηδάλια. Ξενοφῶν γοῦν Γρύλου παρὰ Διονυσίῳ ποτὲ τῷ Σικελιώτῃ πίνειν ἀναγκάζοντος τοῦ οἰνοχόου προσαγορεύσας ὀνομαστὶ τὸν τύραννοντί δή, ἔφη, Διονύσιε, οὐχὶ καὶ ὀψοποιὸς ἀγαθὸς ὢν καὶ ποικίλος ἀναγκάζει ἡμᾶς εὐωχουμένους ἐσθίειν καὶ μὴ βουλομένους, ἀλλὰ κοσμίως ἡμῖν παρατίθησι τὴν τράπεζαν σιγῶν; καὶ Σοφοκλῆς δὲ ἐν σατυρικῷ φησιν ὡς ἄρα fr. 655 N' '
τὸ πρὸς βίαν
πίνειν ἴσον [κακὸν] πέφυκε τῷ διψῆν βίᾳ.
ὅθεν εἴρηται καὶ τὸ
οἶνος ἄνωγε γέροντα καὶ οὐκ ἐθέλοντα χορεύειν.
Σθένελός τε ποιητὴς οὐ κακῶς εἴρηκεν:
οἶνος καὶ φρονέοντας ἐς ἀφροσύνας ἀναβάλλει.
δὲ Φωκυλίδης ἔφη fr. 11 B':'
χρὴ δ᾽ ἐν συμποσίῳ κυλίκων περινισομενάων
ἡδέα κωτίλλοντα καθήμενον οἰνοποτάζειν.
ἔτι δὲ καὶ νῦν τοῦτο παραμένει παρ᾽ ἐνίοις τῶν Ἑλλήνων. ἐπεὶ δὲ τρυφᾶν ἤρξαντο καὶ χλιδῶσι, κατερρύησαν ἀπὸ τῶν δίφρων ἐπὶ τὰς κλίνας καὶ λαβόντες σύμμαχον τὴν ἀνάπαυσιν καὶ ῥᾳστώνην ἀνειμένως ἤδη καὶ ἀτάκτως ἐχρῶντο τῇ μέθῃ, ὁδηγούσης οἶμαι τῆς παρασκευῆς εἰς τὰς ἡδονάς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: