previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ὅτι Σιμωνίδης fr. 221' 'τὴν αὐτὴν ἀρχὴν τίθησιν οἴνου καὶ μουσικῆς. ἀπὸ μέθης καὶ τῆς κωμῳδίας καὶ τῆς τραγῳδίας εὕρεσις ἐν Ἰκαρίῳ τῆς Ἀττικῆς εὑρέθη, καὶ κατ᾽ αὐτὸν τὸν τῆς τρύγης καιρόν: ἀφ᾽ οὗ δὴ καὶ τρυγῳδία τὸ πρῶτον ἐκλήθη κωμῳδία.
τὴν παυσίλυπον ἄμπελον δοῦναι βροτοῖς.
οἴνου δὲ μηκέτ᾽ ὄντος οὐκ ἔστιν Κύπρις
οὐδ᾽ ἄλλο τερπνὸν οὐδὲν ἀνθρώποις ἔτι,
Εὐριπίδης ἐν Βάκχαις φησί 771'.' καὶ Ἀστυδάμας δέ φησι p. 605 N':'
θνητοῖσι τὴν ἀκεσφόρον
λύπης ἔφηνεν οἰνομήτορ᾽ ἄμπελον. —
συνεχῶς μὲν γὰρ ἐμπιπλάμενος ἀμελὴς γίνεται
ἄνθρωπος, ὑποπίνων δὲ πάνυ φροντιστικός,
Ἀντιφάνης φησίν II 123 K'.'
οὐ μεθύω τὴν φρόνησιν, ἀλλὰ τὸ τοιοῦτον μόνον,
τὸ διορίζεσθαι βεβαίως τῷ στόματι τὰ γράμματα,
φησὶν Ἄλεξις II 403 K'.'

Σέλευκος δέ φησι τὸ παλαιὸν οὐκ εἶναι ἔθος οὔτ᾽ οἶνον ἐπὶ πλεῖον οὔτ᾽ ἄλλην ἡδυπάθειαν προσφέρεσθαι, μὴ θεῶν ἕνεκα τοῦτο δρῶντας. διὸ καὶ θοίνας καὶ θαλείας [καὶ μέθας] ὠνόμαζον: τὰς μὲν ὅτι διὰ θεοὺς οἰνοῦσθαι δεῖν ὑπελάμβανον, τὰς δ᾽ ὅτι θεῶν χάριν ἡλίζοντο καὶ συνῄεσαν. τοῦτο γάρ ἐστι τὸδαῖτα θάλειαν.' τὸ δὲ μεθύειν φησὶν Ἀριστοτέλης fr. 89 R' 'τὸ μετὰ τὸ θύειν αὐτῷ χρῆσθαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: