previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Φαινίας δ᾽ <> Ἐρέσιος Ἀριστοτέλους μαθητὴς τὸν τῆς ἀγρίας συκαμίνου καρπὸν μόρον καλεῖ, ὄντα καὶ αὐτὸν γλυκύτατον καὶ ἥδιστον ὅτε πεπανθείη. γράφει δὲ οὕτως FHG II 301':' ‘τὸ μόρον τὸ βατῶδες ξηρανθείσης τῆς σφαίρας τῆς συκαμινώδους σπερματικὰς ἔχει τὰς συκαμινώδεις διαγονάς, καθάπερ ὑφάλους καὶ διαφυὰς ἔχει ψαθυρὰς καὶ εὐχύμους.' Παρθένιος δὲ ἅβρυνά φησι συκάμινα, καλοῦσιν ἔνιοι μόρα: Σαλαμίνιοι δὲ τὰ αὐτὰ ταῦτα βάτια: Δημήτριος δὲ Ἰξίων τὰ αὐτὰ συκάμινα καὶ μόρα οἷον αἱμόροα καὶ σύκων ἀμείνω. Δίφιλος δὲ Σίφνιος ἰατρὸς γράφει οὕτως: ‘τὰ δὲ συκάμινα, καὶ μόρα λέγεται, εὔχυλα μέν ἐστιν, ὀλιγότροφα δὲ καὶ εὐστόμαχα καὶ εὐέκκριτα. ἰδίως δὲ τούτων τὰ ἔνωμα ἕλμινθας ἐκτινάσσει.' Πύθερμος δὲ ἱστορεῖ, ὥς φησιν Ἡγήσανδρος om. FHG IV',' καθ᾽ αὑτὸν τὰς συκαμίνους οὐκ ἐνεγκεῖν καρπὸν ἐτῶν εἴκοσι καὶ γενέσθαι ἐπιδημίαν ποδαγρικὴν τοσαύτην ὥστε μὴ μόνον ἄνδρας τῷ πάθει ἐνσχεθῆναι, ἀλλὰ καὶ παῖδας καὶ κόρας καὶ εὐνούχους, ἔτι δὲ γυναῖκας. περιπεσεῖν δὲ οὕτω τὸ δεινὸν καὶ αἰπολίῳ ὡς τὰ δύο μέρη τῶν προβάτων ἐνσχεθῆναι τῷ αὐτῷ πάθει.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: