previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ΑΛΕΙΣΟΝ καὶ ΔΕΠΑΣ τὸ αὐτό. Ὅμηρος ἐν Ὀδυσσείᾳ περὶ Πεισιστράτου Od. 3.40':' ‘ἐν δ᾽ οἶνον ἔχευε χρυσείῳ δέπαι.' εἶτα παρακατιὼν τὸ αὐτό v. 50':' ‘τούνεκα σοὶ δώσω χρύσειον ἄλεισον.' καὶ ἑξῆς τὸ αὐτὸ πάλιν v. 63':' ‘δῶκε δὲ Τηλεμάχῳ καλὸν δέπας.' φησὶν οὖν Ἀσκληπιάδης Μυρλεανός: ‘δοκεῖ μοι φιαλῶδες εἶναι τὸ δέπας: σπένδουσι γὰρ ἐν αὐτῷ. λέγει γοῦν Ὅμηρος Il. 16.225' 'δέπας, δι᾽ οὗ Διὶ μόνῳ σπένδεσκεν Ἀχιλλεύς. καλεῖται δὲ δέπας ἤτοι ὅτι δίδοται πᾶσι τοῖς σπένδειν βουλομένοις εἴτε καὶ τοῖς πίνειν, ὅτι δύο ὦπας εἶχε: ταῦτα δὲ ἂν εἴη τὰ ὦτα. τὸ δὲ ἄλεισον ἤτοι ἀπὸ τοῦ ἄγαν λεῖον εἶναι ὅτι ἁλίζεται ἐν αὐτῷ τὸ ὑγρόν. ὅτι δὲ δύο ὦτα εἶχε δῆλον:

ἦτοι καλὸν ἄλεισον ἀναιρήσεσθαι ἔμελλε
χρύσεον ἄμφωτον.

ἀμφικύπελλον δὲ λέγων αὐτὸ οὐδὲν ἄλλο σημαίνει ὅτι ἦν ἀμφίκυρτον.' Σιληνὸς δὲ ἀμφικύπελλόν φησι τὸ μὴ ἔχον ὦτα. ἄλλοι δὲ τὴν ἀμφὶ ἀντὶ τῆς περὶ εἶναι, ἵν᾽ περίποτον, τὸ πανταχόθεν πίνειν ἐπιτήδειον. Παρθένιος δὲ διὰ τὸ περικεκυρτῶσθαι τὰ ὠτάρια: κυφὸν γὰρ εἶναι τὸ κυρτόν. Ἀνίκητος δὲ τὸ μὲν κύπελλόν φησι φιάλην εἶναι, τὸ δ᾽ ἀμφικύπελλον ὑπερφίαλον, τὸ ὑπερήφανον καὶ καλόν. εἰ μὴ ἄρα τὸ ποικίλον τῇ κατασκευῇ ἄλεισον θέλει τις ἀκούειν, ἔξω λειότητος ὄν. Πείσανδρος δέ φησιν om. Kinkel' 'Ἡρακλέα Τελαμῶνι τῆς ἐπὶ Ἴλιον στρατείας ἀριστεῖον ἄλεισον δοῦναι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
hide References (3 total)
  • Cross-references from this page (3):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: