previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

δὲ ὀψοδαίδαλος Ἀρχέστρατος ἐν τῇ Γαστρολογίᾳ ῾οὕτως γὰρ ἐπιγράφεσθαί φησι Λυκόφρων ἐν τοῖς περὶ κωμῳδίας fr. 19 Strecker',' ὡς τὴν Κλεοστράτου τοῦ Τενεδίου Ἀστρολογίαν̓ περὶ τῆς ἀμίας φησὶν οὕτως fr. 7 Ribb':'
τὴν δ᾽ ἀμίαν φθινοπώρου, ὅταν πλειὰς καταδύνῃ,
πάντα τρόπον σκεύαζε. τί σοι τάδε μυθολογεύω;
οὐ γὰρ μὴ σὺ διαφθείρῃς οὐδ᾽ ἂν ἐπιθυμῇς.
εἰ δ᾽ ἐθέλεις καὶ τοῦτο δαήμεναι, φίλε Μόσχε,
ὅντινα χρή σε τρόπον κείνην διαθεῖναι ἄριστα,
ἐν συκῆς φύλλοις καὶ ὀριγάνῳ οὐ μάλα πολλῇ:
μὴ τυρόν, μὴ λῆρον: ἁπλῶς δ᾽ οὕτως θεραπεύσας
ἐν συκῆς φύλλοις σχοίνῳ κατάδησον ἄνωθεν,
εἶθ᾽ ὑπὸ θερμὴν ὦσον ἔσω σποδόν, ἐν φρεσὶ καιρὸν
γινώσκων ὁπότ᾽ ἔστ᾽ ὀπτή, καὶ μὴ κατακαύσῃς.
ἔστω δ᾽ αὕτη σοι Βυζαντίου ἐξ ἐρατεινοῦ,
εἴπερ ἔχειν ἀγαθὴν ἐθέλεις, κἂν ἐγγὺς ἁλῷ που
τοῦδε τόπου, κεδνὴν λήψει: τηλοῦ δὲ θαλάσσης
Ἑλλησποντιάδος χείρων, κἂν κλεινὸν ἀμείψῃς
Αἰγαίου πελάγους ἔναλον πόρον, οὐκ ἔθ᾽ ὁμοία
γίνεται, ἀλλὰ καταισχύνει τὸν πρόσθεν ἔπαινον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: