previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ΗΔΥΣΜΑΤΩΝ δὲ κατάλογον Ἄλεξις ἐποιήσατο ἐν Λέβητι οὕτως ib. 343':'
... μὴ προφάσεις ἐνταῦθά μοι, μηδ᾽οὐκ ἔχω.'
Β. ἀλλὰ λέγ᾽ ὅτου δεῖ: λήψομαι γὰρ πάντ᾽ ἐγώ.
Α. ὀρθῶς γε: πρῶτον μὲν λάβ᾽ ἐλθὼν σήσαμα.
Β. ἀλλ᾽ ἔστιν ἔνδον. Α. ἀσταφίδα κεκομμένην,
μάραθον, ἄνηθον, νᾶπυ, καυλόν, σίλφιον,
κορίαννον αὖον, ῥοῦν, κύμινον, κάππαριν,
ὀρίγανον, γήτειον, σκόροδον, θύμον,
σφάκον, σίραιον, σέσελι, πήγανον, πράσον.
ἐν δὲ Παννυχίδι Ἐρίθοις: μάγειρον δὲ ποιεῖ λέγοντα ib. 362':'
κύκλῳ δεήσει περιτρέχειν με καὶ βοᾶν,
ἄν του δέωμαι. δεῖπνον αἰτήσεις με σὺ
ἤδη παρελθών: οὐκ ἔχων δὲ τυγχάνω
οὐκ ὄξος, οὐκ ἄνηθον, οὐκ ὀρίγανον,
οὐ θρῖον, οὐκ ἔλαιον, οὐκ ἀμυγδάλας,
οὐ σκόροδον, οὐ σίραιον, οὐχὶ γήθυον,
οὐ βολβόν, οὐ πῦρ, οὐ κύμινον, οὐχ ἅλας,
οὐκ ᾠόν, οὐ ξύλ᾽, οὐ σκάφην, οὐ τήγανον,
οὐχ ἱμονιάν, οὐ λάκκον εἶδον, οὐ φρέαρ:
οὐ στάμνος ἔστι: διακενῆς δ᾽ ἕστηκ᾽ ἐγὼ
ἔχων μάχαιραν, προσέτι περιεζωσμένος.
κἀν Πονήρᾳ ib. 367':'
τῆς ὀριγάνου
πρώτιστον ὑποθεὶς εἰς λοπάδα νεανικὴν
τὸ τρίμμ᾽ ἐπιπολῆς εὐρύθμως διειμένον
ὄξει σιραίῳ χρωματίσας καὶ σιλφίῳ
πυκνῷ πατάξας.
ἐπεσθίειν εἴρηκε Τηλεκλείδης Πρυτάνεσιν οὕτως I 215 K':' ‘τυρίον ἐπεσθίοντα.' ἐπιφαγεῖν δ᾽ Εὔπολις Ταξιάρχοις ib. 328':'
ἐπιφαγεῖν
μηδὲν ἄλλ᾽ κρόμμυον λέποντα καὶ τρεῖς ἁλμάδας.
καὶ Ἀριστοφάνης Πλούτῳ 1005':'
πρὸ τοῦ δ᾽ ὑπὸ τῆς πενίας ἅπαντ᾽ ἐπήσθιεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: