previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Μάχων δ᾽ κωμῳδιοποιὸς ἐν ταῖς ἐπιγραφομέναις Χρείαις φησὶν οὕτως:
ὑπερβολῇ δὲ τῆς Λεαίνης σχῆμά τι
περαινομένης εὖ παρά τε τῷ Δημητρίῳ
εὐημερούσης, φασὶ καὶ τὴν Λάμιαν
τὸν βασιλέ᾽ εὐμελῶς κελητίσαι ποτὲ
ἐπαινεθῆναί θ᾽. δὲ τοῦτ᾽ ἀπεκρίθη:
πρὸς ταῦτα καὶ Λέαιναν, εἰ βούλει, κράτει Eur. M. 1355'.'
ἦν δὲ Λάμια σφόδρα εὔθικτος καὶ ἀστικὴ πρὸς τὰς ἀποκρίσεις, καθάπερ καὶ Γνάθαινα, περὶ ἧς ἐροῦμεν. πάλιν δὲ περὶ τῆς Λαμίας Μάχων οὕτω γράφει:
Δημήτριός ποθ᾽ βασιλεὺς γένη μύρων
Λαμίᾳ παρὰ πότον παντοδαπῶν ἐπεδείκνυτο.
Λάμια δ᾽ ἦν αὐλητρίς, ἧς σφόδρ᾽ ἡδέως
σχεῖν φασι κνησθῆναί τε τὸν Δημήτριον.
ἀποδοκιμαζούσης δὲ πάντα καὶ πάνυ
κατεγχλιδώσης τῷ βασιλεῖ, νάρδον τινὰ
διένευσ᾽ ἐνεγκεῖν εὐχερῆ, τῇ χειρί τε
ταἰδοῖον ἀποτρίψας [καὶ] θιγὼν τοῖς δακτύλοις
τουτί γε, Λάμια, φησίν, ὀσφράνθητι καὶ
εἴσει παρὰ τἄλλα διαφορὰν ὅσην ἔχει.'
κείνη δὲ γελάσασ᾽ἀλλὰ τοῦτ᾽, ἔφη, τάλαν,
ὄζειν δοκεῖ μοι σαπρότατον πάντων πολύ.'
Δημήτριος δ᾽ εἶπ᾽: ‘ἀλλὰ μήν, νὴ τοὺς θεούς,
ἀπὸ βαλάνου τοῦτ᾽ ἐστί, Λάμια, βασιλικῆς.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: