ἐγὼ περὶ τὴν ὀψωνίαν μὲν οὐ πάνυἀλλὰ μὴν οὐδὲ οὕτως εἰμὶ φίλιχθυς ὡς ὁ παρὰ τῷ αὐτῷ ποιητῇ ἐν Βουταλίωνι, ὅπερ δρᾶμα τῶν Ἀγροίκων ἐστὶν [ἑνὸς] διασκευή. φησὶ γάρ ῾II 38 K':'
ἐσπούδακ᾽ οὐδ᾽ αὖ συνέτεμον λίαν πάνυ,
ὡς ἄν τις ἄλλως ἐξενεχθεῖσιν ὅπου
τοῦ διαλάβοι κραιπάλην Ἑλληνικῶς,
Α. καὶ μὴν ἑστιάσω τήμερονἅ φησιν οὗτος, μαινίδας καὶ τριγλίδας. ἐν δὲ τῷ Ἀγροίκῳ Ἑκάτης βρώματα ἔφη τὰς μαινίδας εἶναι καὶ τὰς τριγλίδας. ἐκφαυλίζων δὲ καὶ Ἔφιππος τοὺς μικροὺς τῶν ἰχθύων ἐν Φιλύρᾳ φησί ῾II 262 K':'
ὑμᾶς ἐγώ: σὺ δ᾽ ἀγοράσεις ἡμῖν λαβών,
Πίστ᾽, ἀργύριον. Π. ἄλλως γὰρ οὐκ ἐπίσταμαι
χρηστῶς ἀγοράζειν. Α. φράζε δή, Φιλούμενε,
ὄψῳ τίνι χαίρεις; Φ. πᾶσι. Α. καθ᾽ ἕκαστον λέγε,
ἰχθὺν τίν᾽ ἡδέως φάγοις ἄν; Φ. εἰς ἀγρὸν
ἦλθεν φέρων ποτ᾽ ἰχθυοπώλης μαινίδας
καὶ τριγλίδας, καὶ νὴ Δί᾽ ἤρεσεν σφόδρα
ἡμῖν ἅπασιν. Α. εἶτα καὶ νῦν, εἰπέ μοι,
τούτων φάγοις ἄν; Φ. κἄν τις ἄλλος μικρὸς ᾖ:
τοὺς γὰρ μεγάλους τούτους ἅπαντας νενόμικα
ἀνθρωποφάγους ἰχθῦς. Α. τί φής, ὦ φίλτατε;
ἀνθρωποφάγους, πῶς; Π. οὓς <ἂν> ἄνθρωπος φάγοι
δῆλον ὅτι: ταῦτα δ᾽ ἐστὶν Ἑλένης βρώματα,
παππία, βούλει δραμὼν
εἰς τὴν ἀγορὰν κἆτ᾽ ἀγοράσαι μοι; Β. φράζε τί.
Α. ἰχθῦς φρονοῦντας, ὦ πάτερ: μή μοι βρέφη.
Β. οὐκ οἶσθ᾽ ὁτιὴ τἀργύριόν ἐστ᾽ ἰσάργυρον;