previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ΣΥΚΑ. ‘ συκῆ, φησὶν Μάγνος: οὐδενὶ γὰρ τῶν περὶ σύκων λόγων παραχωρήσαιμι <ἄν>, κἂν ἀπὸ κράδης ἀποκρέμασθαι δέῃ: φιλόσυκος γάρ εἰμι δαιμονίως: λέξω τά μοι προσπίπτοντα συκῆ, ἄνδρες φίλοι, ἡγεμὼν τοῦ καθαρείου βίου τοῖς ἀνθρώποις ἐγένετο. δῆλον δὲ τοῦτο ἐκ τοῦ καλεῖν τοὺς Ἀθηναίους ἱερὰν μὲν συκῆν τὸν τόπον ἐν πρῶτον εὑρέθη, τὸν δ᾽ ἀπ᾽ αὐτῆς καρπὸν ἡγητηρίαν διὰ τὸ πρῶτον εὑρεθῆναι τῆς ἡμέρου τροφῆς. τῶν δὲ σύκων ἐστὶ γένη πλείονα. Ἀττικὸν μέν, οὗ μνημονεύει Ἀντιφάνης ἐν Ὁμωνύμοις: ἐπαινῶν δὲ τὴν χώραν τὴν Ἀττικὴν τάδε λέγει II 84 K':'
οἷα δ᾽ χώρα φέρει
διαφέροντα πάσης, Ἱππόνικε, τῆς οἰκουμένης,
τὸ μέλι, τοὺς ἄρτους, τὰ σῦκα. Β. σῦκα μέν, νὴ τὸν Δία,
πάνυ φέρει.
Ἴστρος δ᾽ ἐν τοῖς Ἀττικοῖς FHG I 423' 'οὐδ᾽ ἐξάγεσθαί φησι τῆς Ἀττικῆς τὰς ἀπ᾽ αὐτῶν γινομένας ἰσχάδας, ἵνα μόνοι ἀπολαύοιεν οἱ κατοικοῦντες: καὶ ἐπεὶ πολλοὶ ἐνεφανίζοντο διακλέπτοντες, οἱ τούτους μηνύοντες τοῖς δικασταῖς ἐκλήθησαν τότε πρῶτον συκοφάνται. Ἄλεξις δ᾽ ἐν Ποιητῇ φησιν II 365 K':'
συκοφάντης οὐ δικαίως τοὔνομα
ἐν τοῖσι μοχθηροῖσίν ἐστι κείμενον.
ἔδει γὰρ ὅστις χρηστὸς ἦν ἡδύς τ᾽ ἀνήρ,
τὰ σῦκα προστεθέντα δηλοῦν τὸν τρόπον:
νυνὶ δὲ πρὸς μοχθηρὸν ἡδὺ προστεθὲν
ἀπορεῖν πεποίηκε διὰ τί τοῦθ᾽ οὕτως ἔχει.
Φιλόμνηστος δ᾽ ἐν τῷ περὶ τῶν ἐν Ῥόδῳ Σμινθείων φησίν FHG IV 477':' ‘ἐπεὶ καὶ συκοφάντης ἐντεῦθεν προσηγορεύθη, διὰ τὸ εἶναι τότε τὰ ἐπιζήμια καὶ τὰς εἰσφορὰς σῦκα καὶ οἶνον καὶ ἔλαιον, ἀφ᾽ ὧν τὰ κοινὰ διῴκουν, καὶ τοὺς ταῦτα εἰσπράττοντας καὶ φαίνοντας ἐκάλουν, ὡς ἔοικε, συκοφάντας, αἱρούμενοι τοὺς ἀξιοπιστοτάτους τῶν πολιτῶν.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: