previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

δὲ τῶν στεφάνων καὶ μύρων πρότερον εἴσοδος εἰς τὰ συμπόσια ἡγεῖτο τῆς δευτέρας τραπέζης, ὡς παρίστησι Νικόστρατος ἐν Ψευδοστιγματίᾳ διὰ τούτων II 227 K':'
καὶ σὺ μὲν
τὴν δευτέραν τράπεζαν εὐτρεπῆ ποίει,
κόσμησον αὐτὴν παντοδαποῖς τραγήμασιν,
μύρον, στεφάνους, λιβανωτόν, αὐλητρίδα λαβέ.
Φιλόξενος δ᾽ διθυραμβοποιὸς ἐν τῷ ἐπιγραφομένῳ Δείπνῳ ἀρχὴν ποιεῖται τὸν στέφανον τῆς εὐωχίας οὑτωσὶ λέγων fr. 1 B':'
κατὰ χειρὸς δ᾽
ἤλυθ᾽ ὕδωρ: ἁπαλὸς παιδίσκος ἐν ἀργυρέᾳ φέρων
προχόῳ ἐπέχευεν.
εἶτ᾽ ἔφερεν στέφανον λεπτᾶς ἀπὸ μυρτίδος εὐγνήτων
κλαδέων δισύναπτον.
Εὔβουλος Τιτθαῖς II 204 K':'
ὡς γὰρ εἰσῆλθε τὰ γερόντια τότ᾽ εἰς δόμους,
εὐθὺς ἀνεκλίνετο: παρῆν στέφανος ἐν τάχει,
ᾔρετο τράπεζα, παρέκειθ᾽ ἅμα τετριμμένη
μᾶζα χαριτοβλέφαρος.
τοῦτο δ᾽ ἦν ἔθος καὶ παρ᾽ Αἰγυπτίοις, ὡς Νικόστρατός φησιν ἐν Τοκιστῇ. Αἰγύπτιον γὰρ ὑποστησάμενος τὸν τοκιστήν φησιν ib. 226':'
καταλαμβάνομεν τὸν πορνοβοσκὸν καὶ δύο
ἑτέρους κατὰ χειρὸς ἀρτίως εἰληφότας
καὶ στέφανον. εἶεν: καλὸς καιρός, Χαιρεφῶν.
σὺ δὲ γαστρίζου, Κύνουλκε: καὶ μετὰ ταῦτα ἡμῖν εἰπὲ διὰ τί Κρατῖνος εἴρηκε Litt. c' 'τὸν μελίλωτοντῷ τ᾽ ἀειφρούρῳ μελιλώτῳ.' ἐπεὶ δέ σε ὁρῶ ἔξοινον ἤδη γεγενημένονοὕτως δ᾽ εἴρηκε τὸν μεθύσην Ἄλεξις ἐν Εἰσοικιζομένῳ II 318 K'—᾽παύσομαί σε ἐρεσχηλῶν καὶ τοῖς παισὶ παρακελεύομαι κατὰ τὸν Σοφοκλέα, ὃς ἐν Συνδείπνοις φησί fr. 138 N':'
φορεῖτε, μασσέτω τις, ἐγχείτω βαθὺν
κρατῆρ᾽: ὅδ᾽ ἁνὴρ οὐ πρὶν ἂν φάγῃ καλῶς
ὅμοια καὶ βοῦς ἐργάτης ἐργάζεται.
καὶ κατὰ τὸν Φλιάσιον δὲ Ἀριστίαν: καὶ γὰρ οὗτος ἐν ταῖς ἐπιγραφομέναις Κηρσὶν ἔφη fr. 3 N':'
σύνδειπνος 'πίκωμος μαζαγρέτας,
Ἅιδου τραπεζεύς, ἀκρατέα νηδὺν ἔχων.
ἐπεὶ δὲ τοσούτων λεχθέντων μηδὲν ἀποκρίνεται, κελεύω αὐτὸν κατὰ τοὺς Ἀλέξιδος Διδύμους ΧΥΔΑΙΟΙΣ στεφανωθέντα στεφάνοις ἐξάγεσθαι τοῦ συμποσίου. τῶν δὲ χυδαίων στεφάνων μνημονεύων κωμῳδιοποιός φησιν II 315 K':'
στεφάνων τε τούτων <τῶν> χύδην πεπλεγμένων.
κἀγὼ δ᾽ ἐπὶ τούτοις τοῦ λέγειν ἤδη παύσομαι τὸ τήμερον, παραχωρῶν τε τὸν περὶ τῶν μύρων λόγον τοῖς βουλομένοις διεξέρχεσθαι τῷ τε παιδὶ προστάττων ἐπὶ τῇ στεφανηφόρῳ ταύτῃ μου διαλέξει κατὰ τὸν Ἀντιφά<νη ib. 123' '
στεφά>νους ἐνεγκεῖν δεῦρο τῶν χρηστῶν δύο
καὶ δᾷδα χρηστὴν ἡμμένην χρηστῷ πυρί.
οὕτω γὰρ τὴν τῶν λόγων ἔξοδον ὥσπερ δράματος ποιήσομαι.' καὶ μετ᾽ οὐ πολλὰς ἡμέρας ὥσπερ <αὐτὸς> αὑτοῦ σιωπὴν καταμαντευσάμενος ἀπέθανεν εὐτυχῶς, οὐδένα καιρὸν νόσῳ παραδούς, πολλὰ δὲ λυπήσας ἡμᾶς τοὺς ἑταίρους.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: