previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

οὐδεὶς φιλοπότης ἐστὶν ἄνθρωπος κακός.
γὰρ διμάτωρ Βρόμιος οὐ χαίρει συνὼν
ἀνδράσι πονηροῖς οὐδ᾽ ἀπαιδεύτῳ βίῳ,
φησὶν Ἄλεξις II 400 K',' καὶ ὅτι οἶνος
φιλολόγους πάντας ποιεῖ τοὺς πλείονα
πίνοντας αὐτόν.
δὲ ποιήσας τὸ εἰς Κρατῖνον ἐπίγραμμά φησιν AP XIII 29':'
οἶνός τοι χαρίεντι πέλει μέγας ἵππος ἀοιδῷ,
ὕδωρ δὲ πίνων χρηστὸν οὐδὲν ἂν τέκοις.'
ταῦτ᾽ ἔλεγεν, Διόνυσε, καὶ ἔπνεεν οὐχ ἑνὸς ἀσκοῦ
Κρατῖνος, ἀλλὰ παντὸς ὠδώδει πίθου.
τοιγάρ οἱ στεφάνων δόμος ἔβρυεν, εἶχε δὲ κιττῷ
μέτωπον οἷα καὶ σὺ κεκροκωμένον.
Πολέμων φησὶν fr. 40 Pr' 'ἐν Μουνυχίᾳ ἥρωα Ἀκρατοπότην τιμᾶσθαι, παρὰ δὲ Σπαρτιάταις Μάττωνα καὶ Κεράωνα ἥρωας ὑπό τινων μαγείρων ἱδρῦσθαι ἐν τοῖς φειδιτίοις. τιμᾶται δὲ καὶ ἐν Ἀχαίᾳ Δειπνεὺς ἀπὸ τῶν δείπνων σχὼν τὴν προσηγορίαν.

ἐκ τροφῆς ξηρᾶςοὔτ᾽ ἂν σκώμματα γένοιτο, οὔτ᾽ αὐτοσχέδια ποιήματα,' ἀλλὰ μὴν οὐδὲ κόμπος οὐδὲ ψυχῆς ἀλαζονεία. καλῶς οὖν ἐν τῷ Il. 8.229' '‘πῆ ἔβαν εὐχωλαὶ ἃς ἐν Λήμνῳ ἠγοράασθε, ἔσθοντες κρέα πολλὰ καὶ πίνοντες οἴνου κρατῆρας ἐπιστεφέασ᾽ ἐπεσημήνατο γραμματικὸς Ἀρίσταρχος περιγράφων τὸν στίχον, ὃς περὶ κρεωφαγίας αὐχεῖν ποιεῖ τοὺς Ἕλληνας. οὐ γὰρ ἀπὸ πάσης εὐθυμίας καὶ πληρώσεως τὸ καυχᾶσθαι καὶ σκώπτειν καὶ γελοιάζειν, ἀπὸ δὲ τῆς ἀλλοιούσης τὴν γνώμην καὶ πρὸς τὸ ψευδὲς τρεπούσης, γίνεται κατὰ τὴν μέθην.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
hide References (1 total)
  • Cross-references from this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: