previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἦν δὲ καὶ Κόρυδος τῶν δι᾽ ὀνόματος παρασίτων. μνημονεύει δ᾽ αὐτοῦ Τιμοκλῆς ἐν Ἐπιχαιρεκάκῳ οὕτως II 456 K':'
ἀγορὰν ἰδεῖν εὔοψον εὐποροῦντι μὲν
ἥδιστον, ἂν δ᾽ ἀπορῇ τις, ἀθλιώτατον.
γοῦν Κόρυδος ἄκλητος, ὡς ἐμοὶ δοκεῖ,
γενόμενος ὠψώνει παρ᾽ αὑτὸν οἴκαδε.
ἦν δὲ τὸ πάθος γέλοιον, οἴμοι, τέτταρας
χαλκοῦς ἔχων ἄνθρωπος, ἐγχέλεις ὁρῶν,
θύννεια, νάρκας, καράβους ᾑμωδία.
καὶ ταῦτα πάντῃ μὲν περιελθὼν ἤρετο
ὁπόσου, πυθόμενος δ᾽ ἀπέτρεχ᾽ εἰς τὰς μεμβράδας.
Ἄλεξις Δημητρίῳ Φιλεταίρῳ II 314 K':'
ἀλλ᾽ αἰσχύνομαι
τὸν Κόρυδον, εἰ δόξω συναριστᾶν τισιν
οὕτω προχείρως: οὐκ ἀπαρνοῦμαι δ᾽ ὅμως.
οὐδὲ γὰρ ἐκεῖνος, ἂν καλῇ τις.
ἐν δὲ Τίτθῃ ib. 380':'
Κόρυδος οὗτος, τὰ γέλοι᾽ εἰθισμένος
λέγειν, Βλεπαῖος βούλετ᾽ εἶναι. Β. νοῦν γ᾽ ἔχων:
πλουτεῖ γὰρ Βλεπαῖος.
Κρατῖνος δ᾽ νεώτερος ἐν Τιτᾶσι II 291 K':'
Κόρυδον τὸν χαλκότυπον πεφύλαξο,
ἢν μὴ σοὶ νομιεῖς αὐτὸν μηθὲν καταλείψειν,
μηδ᾽ ὄψον κοινῇ μετὰ τούτου πώποτε δαίσῃ
τοῦ Κορύδου, προλέγω σοι: ἔχει γὰρ χεῖρα κραταιάν,
χαλκῆν, ἀκάματον, πολὺ κρείττω τοῦ πυρὸς αὐτοῦ.
ὅτι δὲ γέλοια ἔλεγεν Κόρυδος καὶ ἐπὶ τούτοις γελᾶσθαι ἤθελεν αὐτὸς Ἄλεξις ἐν Ποιηταῖς φησι II 365 K':'
πάνυ τοι βούλομαι
οὗτος γελᾶσθαι καὶ γέλοι᾽ ἀεὶ λέγειν
μετὰ τὸν Κόρυδον μάλιστ᾽ Ἀθηναίων πολύ.
ἀναγράφει δὲ αὐτοῦ τὰ ἀπομνημονεύματα Λυγκεὺς Σάμιος Εὐκράτην αὐτὸν καλεῖσθαι κυρίως φάσκων. γράφει δ᾽ οὕτως: ‘Εὐκράτης Κόρυδος πίνων παρά τινι σαθρᾶς οὔσης τῆς οἰκίαςἐνταῦθα᾽, φησίν, ‘δειπνεῖν δεῖ ὑποστήσαντα τὴν ἀριστερὰν χεῖρα ὥσπερ αἱ Καρυάτιδες.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: