previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

αὕτη παρ᾽ ἡμῶν, Οὐλπιανέ, βαλλητύς. σὺ δ᾽ ὅταν βουληθῇς ἐρεῖς περὶ τῆς Ἐλευσῖνι.' καὶ Οὐλπιανός: ‘ἀλλά με ἀνέμνησας, καλὲ Δημόκριτε, μνησθεὶς χύτρας ποθοῦντα μαθεῖν πολλάκις τίς Τηλεμάχου καλουμένη χύτρα καὶ τίς Τηλέμαχος.' καὶ Δημόκριτος ἔφη: ‘Τιμοκλῆς τῆς κωμῳδίας ποιητὴς ῾ἦν δὲ καὶ τραγῳδίας᾿ ἐν μὲν δράματι Λήθῃ φησί II 461 K':'
μετὰ τοῦτον αὐτῷ Τηλέμαχος συνετύγχανε.
καὶ τοῦτον ἀσπασάμενος ἡδέως πάνυ
ἔπειταχρῆσόν μοι σύ, φησί, τὰς χύτρας,
ἐν αἷσιν ἕψεις τοὺς κυάμους.' καὶ ταῦτά γε
ἔφη τε καὶ παριόντα Φείδιππον πάλιν
τὸν Χαιρεφίλου πόρρωθεν ἀπιδὼν τὸν παχὺν
ἐπόππυσ᾽, εἶτ᾽ ἐκέλευσε πέμπειν σαργάνας.
ὅτι δὲ καὶ τῶν δήμων Ἀχαρνεὺς Τηλέμαχος αὐτὸς ποιητής φησιν ἐν Διονύσῳ οὕτως II 454 K':'
δ᾽ Ἀχαρνικὸς Τηλέμαχος ἔτι δημηγορεῖ.
οὗτος δ᾽ ἔοικε τοῖς νεωνήτοις Σύροις.
Β. πῶς τί πράττων; βούλομαι γὰρ εἰδέναι.
Α. θανατηγὸν καλὴν χύτραν φέρει.
ἐν δ᾽ Ἰκαρίοις σατύροις φησίν II 459 K':'
ὥστ᾽ ἔχειν οὐδὲν παρ᾽ ἡμῖν. νυκτερεύσας δ᾽ ἀθλίως
πρῶτα μὲν σκληρῶς καθεῦδον, εἶτα Θούδιππος
βδέων
παντελῶς ἔπνιξεν ἡμᾶς, εἶθ᾽ λιμὸς ἥπτετο.
ἐφέρετο πρὸς Δίωνα τὸν διάπυρον: ἀλλὰ γὰρ
οὐδ᾽ ἐκεῖνος οὐθὲν εἶχε. πρὸς δὲ τὸν χρηστὸν
δραμὼν
Τηλέμαχον Ἀχαρνέα σωρόν τε κυάμων καταλαβὼν
ἁρπάσας τούτων ἐνέτραγον. <> δ᾽ ὄνος ἡμᾶς
ὡς ὁρᾷ,
..... Κηφισόδωρος περὶ τὸ βῆμ᾽, ἐπέρδετο.
ἐκ τούτων δῆλόν ἐστιν ὅτι Τηλέμαχος κυάμων χύτρας ἀεὶ σιτούμενος ἦγε Πυανέψια πορδὴν ἑορτήν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: