ὁ δὲ σὸς πένης ἔστ᾽, ὦ γλυκεῖα: τοῦτο δὲΔρόμων δ᾽ ἐν Ψαλτρίᾳ ῾II 419 K':'
δέδοιχ᾽ ὁ θάνατος τὸ γένος, ὥς φασιν, μόνον:
ὁ γοῦν Τιθύμαλλος ἀθάνατος περιέρχεται.
ὑπερῃσχυνόμηνΤιμοκλῆς Κενταύρῳ ἢ Δεξαμενῷ ῾II 460 K':'
μέλλων ἀσύμβολος πάλιν δειπνεῖν: πάνυ
αἰσχρὸν <γάρ>. Β. ἀμέλει: τὸν Τιθύμαλλον γοῦν ἀεὶ
ἐρυθρότερον κόκκου περιπατοῦντ᾽ ἔσθ᾽ ὁρᾶν:
οὕτως ἐρυθριᾷ συμβολὰς οὐ κατατιθείς.
Τιθύμαλλον αὐτὸν καὶ παράσιτον ἀποκαλῶν.ἐν δὲ Καυνίοις ῾ib. 460':'
ἤδη προσενήνεκται. τί μέλλει; σπεύδετε,ἐν δ᾽ Ἐπιστολαῖς ῾ib. 456':'
ὦτάν. ὁ γὰρ Τιθύμαλλος οὕτως ἀνεβίω
κομιδῇ τεθνηκώς, τῶν ἀν᾽ ὀκτὼ τοὐβολοῦ
θέρμους μαλάξας. οὐκ ἀπεκαρτέρησε γὰρ
ἐκεῖνος, ἀλλ᾽ ἐκαρτέρησ᾽, ὦ φίλτατε,
πεινῶν.
οἴμοι κακοδαίμων, ὡς ἐρῶ: μὰ τοὺς θεούς,Ἀντιφάνης Τυρρηνῷ ῾II 103 K':'
Τιθύμαλλος οὐδεπώποτ᾽ ἠράσθη φαγεῖν
οὕτω σφόδρ᾽ οὐδὲ Κόρμος ἱμάτιον λαβεῖν,
οὐ Νεῖλος ἄλφιτ᾽, οὐ Κόρυδος ἀσύμβολος
κινεῖν ὀδόντας.
ἀρετὴ τὸ προῖκα τοῖς φίλοις ὑπηρετεῖν.
Β. λέγεις ἔσεσθαι <τὸν> Τιθύμαλλον πλούσιον.
εἰ πράξεται γὰρ μισθὸν ἐκ τοῦ σοῦ λόγου
παρ᾽ οἷσι δειπνεῖ προῖκα, συλλέξει συχνήν.