previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ΤΡΙΓΛΗ, κίχλη διὰ τοῦη〉. τὰ γὰρ εἰςλαλήγοντα θηλυκὰ ἕτερον αἰτεῖ λάβδα, Σκύλλα, Τελέσιλλα: ὅσα δ᾽ ἐπιπλοκὴν ἔχει τοῦγεἰςηλήγει, τρώγλη, αἴγλη, ζεύγλη. τὴν δὲ τρίγλην φησὶν Ἀριστοτέλης τρὶς τίκτειν τοῦ ἔτους ἐν πέμπτῳ μορίων 543 a 5',' τεκμαίρεσθαι λέγων τοὺς ἁλιεῖς τοῦτο ἐκ τοῦ γόνου τρὶς φαινομένου περί τινας τόπους. μήποτ᾽ οὖν ἐντεῦθέν ἐστι καὶ τὸ τῆς ὀνομασίας ῾ὡς ἀμίαι ὅτι οὐ κατὰ μίαν φέρονται, ἀλλ᾽ ἀγεληδόν, σκάρος δὲ ἀπὸ τοῦ σκαίρειν καὶ καρίς, ἀφύαι δ᾽ ὡς ἂν ἀφυεῖς οὖσαι, τουτέστιν δυσφυεῖς: θύω, θύννος ὁρμητικός, διὰ <τὸ κατὰ> τὴν τοῦ κυνὸς ἐπιτολὴν ὑπὸ τοῦ ἐπὶ τῆς κεφαλῆς οἴστρου ἐξελαύνεσθαἰ. ἐστὶ δὲ καρχαρόδους, συναγελαστική, παντόστικος, ἔτι δὲ σαρκοφάγος. τὸ δὲ τρίτον τεκοῦσα ἄγονός ἐστι: γίνεται γάρ τινα σκωλήκια αὐτῇ ἐν τῇ ὑστέρᾳ, τὸν γόνον τὸν γινόμενον κατεσθίει. ἀπὸ δὲ τοῦ συμβεβηκότος Ἐπίχαρμος ὀνομάζει αὐτὰς κυφὰς ἐν Ἥβας γάμῳ διὰ τούτων p. 233 L':'
ἆγε δὴ τρίγλας τε κυφὰς κἀχαρίστους βαιόνας.
Σώφρων δ᾽ ἐν τοῖς ἀνδρείοις fr. 63. 64 Bo' 'τριγόλας τινὰς ἐν τούτοις ὀνομάζει: ‘τριγόλᾳ ὀμφαλοτόμῳ᾽ καὶτριγόλαν τὸν εὐδιαῖον.' ἐν δὲ τῷ ἐπιγραφομένῳ Παιδικὰ ποιφυξεῖς φησί fr. 70 Bo':' ‘τρίγλας <μὲν> γένηον, τριγόλα δ᾽ ὀπισθίδια.' κἀν τοῖς γυναικείοις δὲ ἔφη fr. 13 Bo':' ‘τρίγλαν γενεᾶτιν.' Διοκλῆς δ᾽ ἐν τοῖς πρὸς Πλείσταρχον σκληρόσαρκον εἶναί φησι τὴν τρίγλαν. Σπεύσιππος δ᾽ ἐμφερῆ φησιν εἶναι κόκκυγα, χελιδόνα, τρίγλαν. ὅθεν Τρύφων φησὶν ἐν τοῖς περὶ ζῴων fr. 121 V',' τὸν τριγόλαν τινὰς οἴεσθαι κόκκυγα εἶναι διά τε τὸ ἐμφερὲς καὶ τὴν τῶν ὀπισθίων ξηρότητα, ἣν σεσημείωται Σώφρων λέγων: ‘τρίγλας μὲν γένηον, τριγόλα δ᾽ ὀπισθίδια.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: