previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ΓΡΑΜΜΑΤΙΚΟΝ ΕΚΠΩΜΑ τὸ γράμματα ἔχον ἐγκεχαραγμένα. Ἄλεξις II 397 K':'
τὴν ὄψιν εἴπω τοῦ ποτηρίου γέ σοι
πρώτιστον. ἦν γὰρ στρογγύλον, μικρὸν πάνυ,
παλαιόν, ὦτα συντεθλασμένον σφόδρα,
ἔχον κύκλῳ τε γράμματ᾽. Β. ἆρά γ᾽ ἕνδεκα
χρυσᾶΔιὸς σωτῆροσ᾽; Α. οὐκ ἄλλου μὲν οὖν.
τοιοῦτον εἴδομεν ποτήριον γραμματικὸν ἀνακείμενον ἐν Καπύῃ τῆς Καμπανίας τῇ Ἀρτέμιδι, ἀργυροῦν, ἐκ τῶν Ὁμηρικῶν ἐπῶν κατεσκευασμένον καὶ ἐντετυπωμένα ἔχον τὰ ἔπη χρυσοῖς γράμμασιν, ὡς τὸ Νέστορος ὄν. Ἀχαιὸς δ᾽ τραγικὸς ἐν Ὀμφάλῃ καὶ αὐτὸς περὶ γραμματικοῦ ποτηρίου ποιεῖ τοὺς Σατύρους τάδε λέγοντας fr. 33 N':'
δὲ σκύφος με τοῦ θεοῦ καλεῖ πάλαι
τὸ γράμμα φαίνων, δέλτ᾽, ἰῶτα καὶ τρίτον
οὖ, νῦ τό τ᾽ πάρεστι, κοὐκ ἀπουσίαν
ἐκ τοὐπέκεινα σὰν τό τ᾽ οὖ κηρύσσετον.
ἐν τούτοις λείπει τὸ στοιχεῖον, ἐπεὶ πάντες οἱ ἀρχαῖοι τῷ οὖ ἀπεχρῶντο οὐ μόνον ἐφ᾽ ἧς νῦν τάττεται δυνάμεως, ἀλλὰ καὶ ὅτε τὴν δίφθογγον ἔδει σημαίνειν διὰ τοῦ οὖ μόνου γράφουσι. παραπλησίως δὲ καὶ τὸ εἶ γράφουσιν καὶ ὅταν καθ᾽ αὑτὸ μόνον ἐκφωνῆται καὶ ὅταν συζευγνυμένου τοῦ ἰῶτα. κἀν τοῖς προκειμένοις οὖν οἱ Σάτυροι τοῦ Διονύσου τὴν τελευταίαν συλλαβὴν διὰ τοῦ οὖ μόνου ὡς βραχέος ἐγκεχαραγμένου ἐδήλωσαν ὅτι συνυπακούεσθαι δεῖ καὶ τὸ , ἵν᾽ Διονύσου. τὸ δὲ σὰν ἀντὶ τοῦ σίγμα Δωρικῶς εἰρήκασιν. οἱ γὰρ μουσικοί, καθάπερ πολλάκις Ἀριστόξενός φησι, τὸ σίγμα λέγειν παρῃτοῦντο διὰ τὸ σκληρόστομον εἶναι καὶ ἀνεπιτήδειον αὐλῷ: τὸ δὲ ῥῶ διὰ τὸ εὔκολον πολλάκις παραλαμβάνουσι. καὶ τοὺς ἵππους τοὺς τὸΣἐγκεχαραγμένον ἔχοντας σαμφόρας καλοῦσιν. Ἀριστοφάνης Νεφέλαις 122':'
οὔτ᾽ αὐτὸς οὔθ᾽ ζύγιος οὔθ᾽ σαμφόρας.
καὶ Πίνδαρος δέ φησι fr. 79 B4'.'
πρὶν μὲν ἧρπε σχοινοτένειά τ᾽ ἀοιδὰ
καὶ τὸ σὰν κίβδηλον ἀπὸ στομάτων.
μνημονεύει δὲ τοῦ γραμματικοῦ ἐκπώματος ὡς οὕτως καλουμένου Εὔβουλος ἐν Νεοττίδι οὕτως II 188 K':'
μισῶ κάκιστον γραμματικὸν ἔκπωμ᾽ ἀεί.
ἀτὰρ ὡς ὅμοιον οὑμὸς υἱὸς ᾤχετο
ἔχων φιάλιον τῷδε. Β. πολλὰ γίνεται
ὅμοια.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: