previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

καὶ ἐξ Ἐρέσου δὲ τῆς ἑταίρας .... Σαπφὼ τοῦ καλοῦ Φάωνος ἐρασθεῖσα περιβόητος ἦν, ὥς φησι Νύμφις ἐν Περίπλῳ Ἀσίας FHG III 16'.' Νικαρέτη δὲ Μεγαρὶς οὐκ ἀγεννὴς ἦν ἑταίρα, ἀλλὰ καὶ γονέων ... καὶ κατὰ παιδείαν ἐπέραστος ἦν, ἠκροᾶτο δὲ Στίλπωνος τοῦ φιλοσόφου. Βιλιστίχη δ᾽ Ἀργεία ἑταίρα καὶ αὐτὴ ἔνδοξος, τὸ γένος ἀπὸ τῶν Ἀτρειδῶν σῴζουσα, ὡς οἱ τὰ Ἀργολικὰ γράψαντες ἱστοροῦσιν. ἔνδοξος δ᾽ ἐστὶν καὶ Λέαινα ἑταίρα, Ἁρμοδίου ἐρωμένη τοῦ τυραννοκτονήσαντος: ἥτις καὶ αἰκιζομένη ὑπὸ τῶν περὶ Ἱππίαν τὸν τύραννον οὐδὲν ἐξειποῦσα ἐναπέθανεν ταῖς βασάνοις. Στρατοκλῆς δ᾽ ῥήτωρ ἐρωμένην εἶχε τὴν ἐπικληθεῖσαν Λήμην ἑταίραν, τὴν καλουμένην Παρόραμα ... διὰ τὸ καὶ δύο δραχμῶν φοιτᾶν πρὸς τὸν βουλόμενον, ὥς φησι Γοργίας ἐν τῷ περὶ Ἑταιρῶν.'

ἐπὶ τούτοις Μυρτίλος μέλλων σιωπᾶνἀλλὰ μικροῦ, ἔφη, ἄνδρες φίλοι, ἐξελαθόμην ὑμῖν εἰπεῖν τήν τε Ἀντιμάχου Λυδήν, προσέτι δὲ καὶ τὴν ὁμώνυμον ταύτης ἑταίραν Λυδὴν ἣν ἠγάπα Λαμύνθιος Μιλήσιος. ἑκάτερος γὰρ τούτων τῶν ποιητῶν, ὥς φησι Κλέαρχος ἐν τοῖς Ἐρωτικοῖς FHG II 316',' τῆς βαρβάρου Λυδῆς εἰς ἐπιθυμίαν καταστὰς ἐποίησεν μὲν ἐν ἐλεγείοις, δ᾽ ἐν μέλει τὸ καλούμενον ποίημα Λυδήν. παρέλιπον δὲ καὶ τὴν Μιμνέρμου αὐλητρίδα Ναννὼ καὶ τὴν Ἑρμησιάνακτος τοῦ Κολοφωνίου Λεόντιον: ἀπὸ γὰρ ταύτης ἐρωμένης αὐτῷ γενομένης ἔγραψεν ἐλεγειακὰ τρία βιβλία, ὧν ἐν τῷ τρίτῳ κατάλογον ποιεῖται ἐρωτικῶν, οὑτωσί πως λέγων anth. Bergk p. 134':'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: