previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἀντίοχος δὲ μέγας ἐπικαλούμενος, ὃν Ῥωμαῖοι
καθεῖλον, ὡς ἱστορεῖ Πολύβιος ἐν τῇ εἰκοστῇ c. 8',' παρελθὼν εἰς Χαλκίδα τῆς Εὐβοίας συνετέλει γάμους, πεντήκοντα μὲν ἔτη γεγονὼς καὶ δύο τὰ μέγιστα τῶν ἔργων ἀνειληφώς, τήν τε τῶν Ἑλλήνων ἐλευθέρωσιν, ὡς αὐτὸς ἐπηγγέλλετο, καὶ τὸν πρὸς Ῥωμαίους πόλεμον. ἐρασθεὶς οὖν παρθένου Χαλκιδικῆς κατὰ τὸν τοῦ πολέμου καιρὸν ἐφιλοτιμήσατο γῆμαι αὐτήν, οἰνοπότης ὢν καὶ μέθαις χαίρων: ἦν δ᾽ αὕτη Κλεοπτολέμου μὲν θυγάτηρ ἑνὸς τῶν ἐπιφανῶν, κάλλει δὲ πάσας ὑπερβάλλουσα: καὶ τοὺς γάμους συντελῶν ἐν τῇ Χαλκίδι αὐτόθι διέτριψε τὸν χειμῶνα, τῶν ἐνεστώτων οὐδ᾽ ἡντινοῦν ποιούμενος πρόνοιαν. ἔθετο δὲ καὶ τῇ παιδὶ ὄνομα Εὔβοιαν. ἡττηθεὶς οὖν τῷ πολέμῳ ἔφυγεν εἰς Ἔφεσον μετὰ τῆς νεογάμου.' ἐν δὲ τῇ δευτέρᾳ αὐτὸς Πολύβιος ἱστορεῖ c. 4' 'Ἄγρωνα τὸν Ἰλλυριῶν βασιλέα ἡσθέντα ἐπὶ τῷ νενικηκέναι τοὺς μέγα φρονοῦντας Αἰτωλοὺς πολυπότην ὄντα καὶ εἰς μέθας καὶ εὐωχίας τραπέντα πλευρίτιδι ληφθέντα ἀποθανεῖν. ἐν δὲ τῇ ἐνάτῃ καὶ εἰκοστῇ c. 13' ' αὐτὸς Γενθίωνά φησι τὸν τῶν Ἰλλυριῶν βασιλέα διὰ τὴν πολυποσίαν πολλὰ ποιεῖν ἀσελγῆ κατὰ τὸν βίον, νύκτωρ τε αἰεὶ καὶ μεθ᾽ ἡμέραν μεθύοντα. ἀποκτείναντα δὲ καὶ Πλεύρατον τὸν ἀδελφὸν γαμεῖν μέλλοντα τὴν Μονουνίου θυγατέρα αὐτὸν γῆμαι τὴν παῖδα καὶ ὠμῶς χρῆσθαι τοῖς ἀρχομένοις. καὶ Δημήτριον δέ φησι, τὸν ἐκ τῆς Ῥώμης τὴν ὁμηρείαν διαφυγόντα, ἐν τῇ τρίτῃ καὶ τριακοστῇ c. 19' 'βασιλεύσαντα Σύρων πολυπότην ὄντα τὸ πλεῖστον τῆς ἡμέρας μεθύσκεσθαι. Ὀροφέρνην τε ὀλίγον χρόνον Καππαδοκίας βασιλεύσαντα καὶ παριδόντα τὰς πατρίους ἀγωγάς φησιν ἐν τῇ τριακοστῇ δευτέρᾳ c. 25' 'εἰσαγαγεῖν τὴν Ἰακὴν καὶ τεχνιτικὴν ἀσωτίαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: