previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

δὲ τοὺς εἰς Χιωνίδην ἀναφερομένους ποιήσας Πτωχοὺς Γνησίππου τινὸς μνημονεύει παιγνιαγράφου τῆς ἱλαρᾶς μούσης, λέγων οὕτως I 5 K':'
ταῦτ᾽ οὐ μὰ Δία Γνήσιππος οὐδὲ Κλεομένης
ἐν ἐννέ᾽ ἂν χορδαῖς κατεγλυκάνατο.
καὶ τοὺς Εἵλωτας δὲ πεποιηκώς φησιν I 294':'
τὰ Στησιχόρου τε καὶ Ἀλκμᾶνος Σιμωνίδου τε
ἀρχαῖον ἀείδειν. δὲ Γνήσιππος ἔστ᾽ ἀκούειν,
ὃς νυκτερίν᾽ εὗρε μοιχοῖς ἀείσματ᾽ ἐκκαλεῖσθαι
γυναῖκας ἔχοντας ἰαμβύκην τε καὶ τρίγωνον.
Κρατῖνος ἐν Μαλθακοῖς ib. 43':'
τίς ἄρ᾽ ἐρῶντά μ᾽ οἶδεν, Γνήσιππε, ἐγὼ πολλῇ χολη.
οἴομαι ... μηδὲν οὕτως μωρὸν εἶναι καὶ κενόν.
σκώπτει δ᾽ αὐτὸν εἰς τὰ ποιήματα καὶ ἐν Βουκόλοις ib. 16':'
ὃς οὐκ ἔδωκ᾽ αἰτοῦντι Σοφοκλέει χορόν,
τῷ Κλεομάχου δ᾽, ὃν οὐκ ἂν ἠξίουν ἐγὼ
ἐμοὶ διδάσκειν οὐδ᾽ ἂν εἰς Ἀδώνια.
ἐν δὲ ταῖς Ὥραις ib. 90':'
ἴτω δὲ καὶ τραγῳδίας
Κλεομάχου διδάσκαλος
μετ᾽ αὐτόν, <> παρατιλτριῶν
ἔχων χορὸν λυδιστὶ τιλλουσῶν μέλη πονηρά.
Τηλεκλείδης δὲ ἐν τοῖς Στερροῖς ib. 217' 'καὶ περὶ μοιχείας ἀναστρέφεσθαί φησιν αὐτόν. Κλέαρχος δὲ ἐν δευτέρῳ Ἐρωτικῶν FHG II 316' 'τὰ ἐρωτικά φησιν ᾁσματα καὶ τὰ Λοκρικὰ καλούμενα οὐδὲν τῶν Σαπφοῦς καὶ Ἀνακρέοντος διαφέρειν. ἔτι δὲ τὰ Ἀρχιλόχου καὶ τῶν Ὁμήρου Ἐπικιχλίδων τὰ πολλὰ διὰ τῆς ἐμμέτρου ποιήσεως τούτων ἔχεταί τινος τῶν παθῶν, ἀλλὰ καὶ τὰ Ἀσωποδώρου περὶ τὸν Ἔρωτα καὶ πᾶν τὸ τῶν ἐρωτικῶν ἐπιστολῶν γένος ἐρωτικῆς τινος διὰ λόγου ποιήσεώς ἐστιν.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: