previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Εὔφαντος δ᾽ ἐν τετάρτῃ ἱστοριῶν FHG III 19' 'Πτολεμαίου φησὶ τοῦ τρίτου βασιλεύσαντος Αἰγύπτου κόλακα γενέσθαι Καλλικράτην, ὃς οὕτω δεινὸς ἦν, ὡς μὴ μόνον Ὀδυσσέως εἰκόνα ἐν τῇ σφραγῖδι περιφέρειν, ἀλλὰ καὶ τοῖς τέκνοις ὀνόματα θέσθαι Τηλέγονον καὶ Ἀντίκλειαν. Πολύβιος δ᾽ ἐν τῇ τρισκαιδεκάτῃ cap. 4 H' 'τῶν ἱστοριῶν Φιλίππου τοῦ καταλυθέντος ὑπὸ Ῥωμαίων κόλακα γενέσθαι Ἡρακλείδην τὸν Ταραντῖνον τὸν καὶ τὴν βασιλείαν αὐτοῦ πᾶσαν ἀνατρέψαντα: ἐν δὲ τῇ τεσσαρεσκαιδεκάτῃ c. 11 H' 'Ἀγαθοκλέους τοῦ Οἰνάνθης υἱοῦ, ἑταίρου δὲ τοῦ Φιλοπάτορος βασιλέως Φίλωνα. Ἱερωνύμου δὲ τοῦ Συρακοσίων τυράννου Θράσωνα τὸν Κάρχαρον ἐπικαλούμενον Βάτων Σινωπεὺς ἱστορεῖ ἐν τῷ περὶ τῆς τοῦ Ἱερωνύμου τυραννίδος FHG IV 349',' προσφέρεσθαι φάσκων αὐτὸν ἑκάστοτε πολὺν ἄκρατον. τοῦτον δ᾽ ἐποίησεν ἀναιρεθῆναι ὑπὸ τοῦ Ἱερωνύμου ἕτερος κόλαξ Σῶσις ὄνομα: καὶ αὐτὸν δὲ τὸν Ἱερώνυμον ἀνέπεισεν διάδημά τε ἀναλαβεῖν καὶ τὴν πορφύραν καὶ τὴν ἄλλην πᾶσαν διασκευὴν ἣν ἐφόρει Διονύσιος τύραννος. Ἀγαθαρχίδης δ᾽ ἐν τῇ τριακοστῇ τῶν ἱστοριῶν FHG III 194' '‘Αἱρήσιππος, φησίν, Σπαρτιάτης, ἄνθρωπος οὐ μετρίως φαῦλος οὐδὲ δοκῶν χρηστὸς εἶναι, πιθανὸν δ᾽ ἔχων ἐν κολακείᾳ λόγον καὶ θεραπεῦσαι τοὺς εὐπόρους μέχρι τῆς τύχης δεινός.' τοιοῦτος ἦν καὶ Ἡρακλείδης Μαρωνείτης Σεύθου τοῦ Θρᾳκῶν βασιλέως κόλαξ, οὗ μνημονεύει Ξενοφῶν ἐν ζ# Ἀναβάσεως 3, 16'.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: