ΚΙΒΩΡΙΑ. Νίκανδρος ἐν Γεωργικοῖς ῾fr. 81 Schn':'ῥίζας δὲ λέγει Νίκανδρος τὰ ὑπ᾽ Ἀλεξανδρέων κολοκάσια καλούμενα: ὡς ὁ αὐτός ῾fr. 82':'
σπείρειας κυάμων Αἰγύπτιον, ὄφρα θερείης
ἀνθέων μὲν στεφάνους ἀνύσῃς, τὰ δὲ πεπτηῶτα
ἀκμαίου καρποῖο κιβώρια δαινυμένοισιν
εἰς χέρας ἠιθέοισι πάλαι ποθέουσιν ὀρέξῃς.
ῥίζας δ᾽ ἐν θοίνῃσιν ἀφεψήσας προτίθημι.
κυάμου λέψας κολοκάσιον ἐντμήξας τε.ἐστὶ δ᾽ ἐν Σικυῶνι Κολοκασίας Ἀθηνᾶς ἱερόν. ἐστὶ δὲ καὶ κιβώριον εἶδος ποτηρίου ῾XI 477e'.'